previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δε αντηιππε

Παρὰ δὲ Χάοσι μειρακίσκος τις τῶν πάνυ δοκίμων Ἀνθίππης ἠράσθη. Ταύτην ὑπελθὼν πάσῃ μηχανῇ πείθει αὐτῷ συμμιγῆναι: δὲ ἄρα καὶ αὐτὴ οὐκ ἐκτὸς ἦν τοῦ πρὸς τὸν παῖδα πόθου: καὶ ἐκ τοῦδε λανθάνοντες τοὺς αὑτῶν γονεῖς ἐξεπίμπλασαν τὴν ἐπιθυμίαν. [2] Ἑορτῆς δέ ποτε τοῖς Χάοσι δημοτελοῦς ἀγομένης καὶ πάντων εὐωχουμένων, ἀποσκεδασθέντες εἴς τινα δρυμὸν κατειλήθησαν. Ἔτυχε δὲ ἄρα τοῦ βασιλέως υἱὸς Κίχυρος πάρδαλιν διώκων, [p. 31] ἧς συνελαθείσης εἰς ἐκεῖνον τὸν δρυμὸν ἀφίησιν ἐπ̓ αὐτὴν τὸν ἄκοντα. Καὶ τῆς μὲν ἁμαρτάνει, [3] τυγχάνει δὲ τῆς παιδός: ὑπολαβὼν δὲ τὸ θηρίον καταβεβληκέναι ἐγγυτέρω τὸν ἵππον προσελαύνει: καὶ καταμαθὼν τὸ μειράκιον ἐπὶ τοῦ τραύματος τῆς παιδὸς ἔχον τὼ χεῖρε ἐκτός τε φρενῶν ἐγένετο καὶ περιδινηθεὶς ἀπολισθάνει τοῦ ἵππου εἰς χωρίον ἀπόκρημνον καὶ πετρῶδες. [4] Ἔνθα δὴ μὲν ἐτεθνήκει, οἱ δὲ Χάονες, τιμῶντες τὸν βασιλέα, κατὰ τὸν αὐτὸν τόπον τείχη περιεβάλοντο καὶ τὴν πόλιν ἐκάλεσαν Κίχυρον. [5] Φασὶ δέ τινες τὸν δρυμὸν ἐκεῖνον εἶναι τῆς Ἐχίονος θυγατρὸς Ἠπείρου, ἣν μεταναστᾶσαν ἐκ Βοιωτίας βαδίζειν μεθ̓ Ἁρμονίας καὶ Κάδμου, φερομένην τὰ Πενθέως λείψανα, ἀποθανοῦσαν δὲ περὶ τὸν δρυμὸν τόνδε ταφῆναι: διὸ καὶ τὴν γῆν Ἤπειρον ἀπὸ ταύτης ὀνομασθῆναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: