previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

10.

ἐπεὶ δὲ διώρισται περὶ τούτων, πόθεν λέγεται τὰ ἀστεῖα καὶ τὰ εὐδοκιμοῦντα λεκτέον. ποιεῖν μὲν οὖν ἐστὶν τοῦ εὐφυοῦς τοῦ γεγυμνασμένου, δεῖξαι δὲ τῆς μεθόδου ταύτης. [2] εἴπωμεν οὖν καὶ διαριθμησώμεθα: ἀρχὴ δ᾽ ἔστω
ἡμῖν αὕτη. τὸ γὰρ μανθάνειν ῥᾳδίως ἡδὺ φύσει πᾶσιν ἐστί, τὰ δὲ ὀνόματα σημαίνει τι, ὥστε ὅσα τῶν ὀνομάτων ποιεῖ ἡμῖν μάθησιν, ἥδιστα. αἱ μὲν οὖν γλῶτται ἀγνῶτες, τὰ δὲ κύρια ἴσμεν: δὲ μεταφορὰ ποιεῖ τοῦτο μάλιστα: ὅταν γὰρ εἴπῃ τὸ γῆρας καλάμην, ἐποίησεν μάθησιν καὶ
γνῶσιν διὰ τοῦ γένους: ἄμφω γὰρ ἀπηνθηκότα. [3] ποιοῦσιν μὲν οὖν καὶ αἱ τῶν ποιητῶν εἰκόνες τὸ αὐτό: διόπερ ἂν εὖ, ἀστεῖον φαίνεται. ἔστιν γὰρ εἰκών, καθάπερ εἴρηται πρότερον, μεταφορὰ διαφέρουσα προθέσει: διὸ ἧττον ἡδύ, ὅτι μακροτέρως: καὶ οὐ λέγει ὡς τοῦτο ἐκεῖνο: οὐκοῦν οὐδὲ
ζητεῖ τοῦτο ψυχή. [4] ἀνάγκη δὴ καὶ λέξιν καὶ ἐνθυμήματα ταῦτ᾽ εἶναι ἀστεῖα ὅσα ποιεῖ ἡμῖν μάθησιν ταχεῖαν: διὸ οὔτε τὰ ἐπιπόλαια τῶν ἐνθυμημάτων εὐδοκιμεῖἐπιπόλαια γὰρ λέγομεν τὰ παντὶ δῆλα, καὶ μηδὲν δεῖ ζητῆσαι), οὔτε ὅσα εἰρημένα ἀγνοοῦμεν, ἀλλ᾽ ὅσων ἅμα λεγομένων
γνῶσις γίνεται, καὶ εἰ μὴ πρότερον ὑπῆρχεν, μικρὸν ὑστερίζει διάνοια: γίγνεται γὰρ οἷον μάθησις, ἐκείνων δὲ οὐδετέρου. [5] κατὰ μὲν οὖν τὴν διάνοιαν τοῦ λεγομένου τὰ τοιαῦτα εὐδοκιμεῖ τῶν ἐνθυμημάτων, κατὰ δὲ τὴν λέξιν τῷ μὲν σχήματι, ἐὰν ἀντικειμένως λέγηται, οἷονκαὶ τὴν
τοῖς ἄλλοις κοινὴν εἰρήνην νομιζόντων τοῖς αὑτῶν ἰδίοις πόλεμον”: ἀντίκειται πόλεμος εἰρήνῃ: [6] τοῖς δ᾽ ὀνόμασιν, ἐὰν ἔχῃ μεταφοράν, καὶ ταύτην μήτ᾽ ἀλλοτρίαν, χαλεπὸν γὰρ συνιδεῖν, μήτ᾽ ἐπιπόλαιον, οὐδὲν γὰρ ποιεῖ πάσχειν. ἔτι εἰ πρὸ ὀμμάτων ποιεῖ: ὁρᾶν γὰρ δεῖ τὰ πραττόμενα μᾶλλον
μέλλοντα. δεῖ ἄρα τούτων στοχάζεσθαι τριῶν, μεταφορᾶς ἀντιθέσεως ἐνεργείας. [7]

τῶν δὲ μεταφορῶν τεττάρων οὐσῶν
εὐδοκιμοῦσι μάλιστα αἱ κατ᾽ ἀναλογίαν, ὥσπερ Περικλῆς ἔφη τὴν νεότητα τὴν ἀπολομένην ἐν τῷ πολέμῳ οὕτως ἠφανίσθαι ἐκ τῆς πόλεως ὥσπερ εἴ τις τὸ ἔαρ ἐκ τοῦ ἐνιαυτοῦ ἐξέλοι. καὶ
Λεπτίνης περὶ Λακεδαιμονίων, οὐκ ἂν περιιδεῖν τὴν Ἑλλάδα ἑτερόφθαλμον γενομένην. καὶ Κηφισόδοτος, σπουδάζοντος Χάρητος εὐθύνας δοῦναι περὶ τὸν Ὀλυνθιακὸν πόλεμον, ἠγανάκτει, φάσκων εἰς πνῖγμα τὸν δῆμον ἄγχοντα τὰς εὐθύνας πειρᾶσθαι δοῦναι. καὶ παρακαλῶν ποτὲ τοὺς Ἀθηναίους
εἰς Εὔβοιαν ἐπισιτισαμένους ἔφη δεῖν ἐξιέναι τὸ Μιλτιάδου ψήφισμα. καὶ Ἰφικράτης σπεισαμένων Ἀθηναίων πρὸς Ἐπίδαυρον καὶ τὴν παραλίαν ἠγανάκτει, φάσκων αὐτοὺς τὰ ἐφόδια τοῦ πολέμου παρῃρῆσθαι. καὶ Πειθόλαος τὴν πάραλον ῥόπαλον τοῦ δήμου, Σηστὸν δὲ τηλίαν τοῦ
Πειραιέως. καὶ Περικλῆς τὴν Αἴγιναν ἀφελεῖν ἐκέλευσε, τὴν λήμην τοῦ Πειραιέως. καὶ Μοιροκλῆς οὐθὲν ἔφη πονηρότερος εἶναι, ὀνομάσας τινὰ τῶν ἐπιεικῶν: ἐκεῖνον μὲν γὰρ ἐπιτρίτων τόκων πονηρεύεσθαι, αὐτὸς δὲ ἐπιδεκάτων. καὶ τὸ Ἀναξανδρίδου ἰαμβεῖον ὑπὲρ τῶν θυγατέρων πρὸς τὸν
γάμον ἐγχρονιζουσῶνὑπερήμεροί μοι τῶν γάμων αἱ παρθένοι.

Anaxandrides fr. 68 καὶ τὸ Πολυεύκτου εἰς ἀποπληκτικόν τινα Σπεύσιππον, τὸ μὴ δύνασθαι ἡσυχίαν ἄγειν ὑπὸ τῆς τύχης ἐν πεντεσυρίγγῳ νόσῳ δεδεμένον. καὶ Κηφισόδοτος τὰς τριήρεις ἐκάλει μύλωνας ποικίλους, Κύων δὲ τὰ καπηλεῖα τὰ Ἀττικὰ
φιδίτια: Αἰσίων δέ, ὅτι εἰς Σικελίαν τὴν πόλιν ἐξέχεαν: τοῦτο γὰρ μεταφορὰ καὶ πρὸ ὀμμάτων. καὶὥστε βοῆσαι τὴν Ἑλλάδα”, καὶ τοῦτο τρόπον τινὰ μεταφορὰ καὶ πρὸ ὀμμάτων. καὶ ὥσπερ Κηφισόδοτος εὐλαβεῖσθαι ἐκέλευεν μὴ πολλὰς ποιήσωσιν τὰς συνδρομάς ἐκκλησίας. καὶ Ἰσοκράτης
πρὸς τοὺς συντρέχοντας ἐν ταῖς πανηγύρεσιν. καὶ οἷον ἐν τῷ ἐπιταφίῳ, διότι ἄξιον ἦν ἐπὶ τῷ τάφῳ τῷ τῶν ἐν Σαλαμῖνι τελευτησάντων κείρασθαι τὴν Ἑλλάδα ὡς συγκαταθαπτομένης τῇ ἀρετῇ αὐτῶν τῆς ἐλευθερίας: εἰ μὲν γὰρ εἶπεν ὅτι ἄξιον δακρῦσαι συγκαταθαπτομένης
τῆς ἀρετῆς, μεταφορὰ καὶ πρὸ ὀμμάτων,
τὸ δὲτῇ ἀρετῇ τῆς ἐλευθερίαςἀντίθεσίν τινα ἔχει. καὶ ὡς Ἰφικράτης εἶπεν γὰρ ὁδός μοι τῶν λόγων διὰ μέσων τῶν Χάρητι πεπραγμένων ἐστίνμεταφορὰ κατ᾽ ἀναλογίαν, καὶ τὸ διὰ μέσου πρὸ ὀμμάτων ποιεῖ. καὶ τὸ φάναι παρακαλεῖν
τοὺς κινδύνους τοῖς κινδύνοις βοηθήσοντας, πρὸ ὀμμάτων καὶ μεταφορά. καὶ Λυκολέων ὑπὲρ Χαβρίουοὐδὲ τὴν ἱκετηρίαν αἰσχυνθέντες αὐτοῦ, τὴν εἰκόνα τὴν χαλκῆν”: μεταφορὰ γὰρ ἐν τῷ παρόντι, ἀλλ᾽ οὐκ ἀεί, ἀλλὰ πρὸ ὀμμάτων: κινδυνεύοντος γὰρ αὐτοῦ ἱκετεύει εἰκών, τὸ
ἔμψυχον δὴ ἄψυχον”, τὸ ὑπόμνημα τῶν τῆς πόλεως ἔργων. καὶπάντα τρόπον μικρὸν φρονεῖν μελετῶντες”: τὸ γὰρ μελετᾶν αὔξειν τι ἐστίν. καὶ ὅτιτὸν νοῦν θεὸς φῶς ἀνῆψεν ἐν τῇ ψυχῇ”: ἄμφω γὰρ δηλοῖ τι. “οὐ γὰρ διαλυόμεθα τοὺς πολέμους ἀλλ᾽ ἀναβαλλόμεθα”: ἄμφω γάρ
ἐστιν μέλλοντα, καὶ ἀναβολὴ καὶ τοιαύτη εἰρήνη. καὶ τὸ τὰς συνθήκας φάναι τρόπαιον εἶναι πολὺ κάλλιον τῶν ἐν τοῖς πολέμοις γινομένων: τὰ μὲν γὰρ ὑπὲρ μικρῶν καὶ μιᾶς τύχης, αὗται δ᾽ ὑπὲρ παντὸς τοῦ πολέμου: ἄμφω γὰρ νίκης σημεῖα. καὶ ὅτι αἱ πόλεις τῷ ψόγῳ τῶν
ἀνθρώπων μεγάλας εὐθύνας διδόασιν: γὰρ εὔθυνα βλάβη τις δικαία ἐστίν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (E. M. Cope, 1877)
load focus English (J. H. Freese, 1926)
hide References (6 total)
  • Cross-references to this page (4):
  • Cross-references in notes to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: