previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

15.

περὶ δὲ διαβολῆς ἓν μὲν τὸ ἐξ ὧν ἄν τις ὑπόληψιν
δυσχερῆ ἀπολύσαιτοοὐθὲν γὰρ διαφέρει εἴτε εἰπόντος τινὸς εἴτε μή, ὥστε τοῦτο καθόλου): [2] ἄλλος τόπος ὥστε πρὸς τὰ ἀμφισβητούμενα ἀπαντᾶν, ὡς οὐκ ἔστιν, ὡς οὐ βλαβερὸν οὐ τούτῳ, ὡς οὐ τηλικοῦτον, οὐκ ἄδικον οὐ μέγα, οὐκ αἰσχρὸν οὐκ ἔχον μέγεθος: περὶ γὰρ
τοιούτων ἀμφισβήτησις, ὥσπερ Ἰφικράτης πρὸς Ναυσικράτην: ἔφη γὰρ ποιῆσαι ἔλεγεν καὶ βλάψαι, ἀλλ᾽ οὐκ ἀδικεῖν. ἀντικαταλλάττεσθαι ἀδικοῦντα, εἰ βλαβερόν, ἀλλ᾽ οὖν καλόν, εἰ λυπηρόν, ἀλλ᾽ ὠφέλιμον, τι ἄλλο τοιοῦτον. [3] ἄλλος τόπος ὡς ἐστὶν ἁμάρτημα ἀτύχημα
ἀναγκαῖον, οἷον Σοφοκλῆς ἔφη τρέμειν οὐχ ὡς διαβάλλων ἔφη, ἵνα δοκῇ γέρων, ἀλλ᾽ ἐξ ἀνάγκης: οὐ γὰρ ἑκόντι εἶναι αὑτῷ ἔτη ὀγδοήκοντα. καὶ ἀντικαταλλάττεσθαι τὸ οὗ ἕνεκα, ὅτι οὐ βλάψαι ἐβούλετο ἀλλὰ τόδε, καὶ οὐ τοῦτο διεβάλλετο ποιῆσαι, συνέβη δὲ βλαβῆναι: “δίκαιον δὲ
μισεῖν, εἰ ὅπως τοῦτο γένηται ἐποίουν.” [4] ἄλλος, εἰ ἐμπεριείληπται διαβάλλων, νῦν πρότερον, αὐτὸς τῶν ἐγγύς τις. [5] ἄλλος, εἰ ἄλλοι ἐμπεριλαμβάνονται οὓς ὁμολογοῦσιν μὴ ἐνόχους εἶναι τῇ διαβολῇ, οἷον εἰ, ὅτι καθάριος, δεῖνα μοιχός, καὶ δεῖνα ἄρα. [6] ἄλλος, εἰ ἄλλους
διέβαλεν ἄλλος αὐτός, ἄνευ διαβολῆς ὑπελαμβάνοντο ὥσπερ αὐτὸς νῦν, οἳ πεφήνασιν οὐκ ἔνοχοι. [7] ἄλλος ἐκ τοῦ ἀντιδιαβάλλειν τὸν διαβάλλοντα: ἄτοπον γὰρ εἰ ὃς αὐτὸς ἄπιστος, οἱ τούτου λόγοι ἔσονται πιστοί. [8] ἄλλος, εἰ γέγονεν κρίσις, ὥσπερ Εὐριπίδης πρὸς Ὑγιαίνοντα ἐν
τῇ ἀντιδόσει κατηγοροῦντα ὡς ἀσεβής, ὅς γ᾽ ἐποίησε κελεύων ἐπιορκεῖν, “ γλῶσσ᾽ ὀμώμοχ᾽, δὲ φρὴν ἀνώμοτος.

Eur. Hipp. 612 ἔφη γὰρ αὐτὸν ἀδικεῖν τὰς ἐκ τοῦ Διονυσιακοῦ ἀγῶνος κρίσεις εἰς τὰ δικαστήρια ἄγοντα: ἐκεῖ γὰρ αὐτῶν δεδωκέναι
λόγον, δώσειν εἰ βούλεται κατηγορεῖν. [9] ἄλλος ἐκ τοῦ διαβολῆς κατηγορεῖν, ἡλίκον, καὶ τοῦτο, ὅτι ἄλλας κρίσεις ποιεῖ, καὶ ὅτι οὐ πιστεύει τῷ πράγματι.

κοινὸς δ᾽ ἀμφοῖν τόπος τὸ σύμβολα λέγειν,
οἷον ἐν τῷ Τεύκρῳ Ὀδυσσεὺς ὅτι οἰκεῖος τῷ Πριάμῳ: γὰρ Ἡσιόνη ἀδελφή: δὲ ὅτι πατὴρ ἐχθρὸς τῷ Πριάμῳ, Τελαμών, καὶ ὅτι οὐ κατεῖπε τῶν κατασκόπων. [10]

ἄλλος τῷ διαβάλλοντι,
τὸ ἐπαινοῦντα μικρὸν μακρῶς ψέξαι μέγα συντόμως, πολλὰ ἀγαθὰ προθέντα, εἰς τὸ πρᾶγμα προφέρει ἓν ψέξαι. τοιοῦτοι δὲ οἱ τεχνικώτατοι καὶ ἀδικώτατοι: τοῖς ἀγαθοῖς γὰρ βλάπτειν πειρῶνται, μιγνύντες αὐτὰ τῷ κακῷ.

κοινὸν δὲ τῷ διαβάλλοντι καὶ τῷ ἀπολυομένῳ, ἐπειδὴ
τὸ αὐτὸ ἐνδέχεται πλειόνων ἕνεκα πραχθῆναι, τῷ μὲν διαβάλλοντι κακοηθιστέον ἐπὶ τὸ χεῖρον ἐκλαμβάνοντι, τῷ δὲ ἀπολυομένῳ ἐπὶ τὸ βέλτιον, οἷον ὅτι Διομήδης τὸν Ὀδυσσέα προείλετο, τῷ μὲν ὅτι διὰ τὸ ἄριστον ὑπολαμβάνειν τὸν Ὀδυσσέα, τῷ δ᾽ ὅτι οὕ, ἀλλὰ διὰ τὸ μόνον μὴ ἀνταγωνιστεῖν
ὡς φαῦλον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (E. M. Cope, 1877)
load focus English (J. H. Freese, 1926)
hide References (2 total)
  • Cross-references to this page (1):
  • Cross-references from this page (1):
    • Euripides, Hippolytus, 612
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: