previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

13.

περὶ μὲν οὖν τῆς λέξεως εἴρηται, καὶ κοινῇ περὶ ἁπάντων
καὶ ἰδίᾳ περὶ ἑκάστου γένους: λοιπὸν δὲ περὶ τάξεως εἰπεῖν. ἔστι δὲ τοῦ λόγου δύο μέρη: ἀναγκαῖον γὰρ τό τε πρᾶγμα εἰπεῖν περὶ οὗ, καὶ τοῦτ᾽ ἀποδεῖξαι. διὸ εἰπόντα μὴ ἀποδεῖξαι ἀποδεῖξαι μὴ προειπόντα ἀδύνατον: τε γὰρ ἀποδεικνύων τι ἀποδείκνυσι, καὶ προλέγων ἕνεκα
τοῦ ἀποδεῖξαι προλέγει. [2] τούτων δὲ τὸ μὲν πρόθεσίς ἐστι τὸ δὲ πίστις, ὥσπερ ἂν εἴ τις διέλοι ὅτι τὸ μὲν πρόβλημα τὸ δὲ ἀπόδειξις. [3] νῦν δὲ διαιροῦσι γελοίως: διήγησις γάρ που τοῦ δικανικοῦ μόνου λόγου ἐστίν, ἐπιδεικτικοῦ δὲ καὶ δημηγορικοῦ πῶς ἐνδέχεται εἶναι διήγησιν οἵαν λέγουσιν, τὰ πρὸς τὸν ἀντίδικον,
ἐπίλογον τῶν ἀποδεικτικῶν; προοίμιον δὲ καὶ ἀντιπαραβολὴ καὶ ἐπάνοδος ἐν ταῖς δημηγορίαις τότε γίνεται ὅταν ἀντιλογία . καὶ γὰρ κατηγορία καὶ ἀπολογία πολλάκις, ἀλλ᾽ οὐχ συμβουλή: ἀλλ᾽
ἐπίλογος ἔτι οὐδὲ δικανικοῦ παντός, οἷον ἐὰν μικρὸς λόγος τὸ πρᾶγμα εὐμνημόνευτον: συμβαίνει γὰρ τοῦ μήκους ἀφαιρεῖσθαι. [4] ἀναγκαῖα ἄρα μόρια πρόθεσις καὶ πίστις. ἴδια μὲν οὖν ταῦτα, τὰ δὲ πλεῖστα προοίμιον πρόθεσις πίστις ἐπίλογος: τὰ γὰρ πρὸς τὸν ἀντίδικον τῶν
πίστεών ἐστι, καὶ ἀντιπαραβολὴ αὔξησις τῶν αὐτοῦ, ὥστε μέρος τι τῶν πίστεωνἀποδείκνυσι γάρ τι ποιῶν τοῦτο), ἀλλ᾽ οὐ τὸ προοίμιον, οὐδ᾽ ἐπίλογος, ἀλλ᾽ ἀναμιμνήσκει. [5] ἔσται οὖν, ἄν τις τὰ τοιαῦτα διαιρῇ, ὅπερ ἐποίουν οἱ περὶ Θεόδωρον, διήγησις ἕτερον καὶ ἐπιδιήγησις
καὶ προδιήγησις, καὶ ἔλεγχος καὶ ἐπεξέλεγχος. δεῖ δὲ εἶδός τι λέγοντα καὶ διαφορᾷ ὄνομα τίθεσθαι: εἰ δὲ μή, γίνεται κενὸν καὶ ληρῶδες, οἷον Λικύμνιος ποιεῖ ἐν τῇ τέχνῃ, ἐπούρωσιν ὀνομάζων καὶ ἀποπλάνησιν καὶ ὄζους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (E. M. Cope, 1877)
load focus English (J. H. Freese, 1926)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: