previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

12.

δεῖ δὲ μὴ λεληθέναι ὅτι ἄλλη ἑκάστῳ γένει ἁρμόττει λέξις. οὐ γὰρ αὐτὴ γραφικὴ καὶ ἀγωνιστική, οὐδὲ δημηγορικὴ
καὶ δικανική. ἄμφω δὲ ἀνάγκη εἰδέναι: τὸ μὲν γάρ ἐστιν ἑλληνίζειν ἐπίστασθαι, τὸ δὲ μὴ ἀναγκάζεσθαι κατασιωπᾶν ἄν τι βούληται μεταδοῦναι τοῖς ἄλλοις, ὅπερ πάσχουσιν οἱ μὴ ἐπιστάμενοι γράφειν. [2] ἔστι δὲ λέξις γραφικὴ μὲν ἀκριβεστάτη, ἀγωνιστικὴ δὲ ὑποκριτικωτάτη
ταύτης δὲ δύο εἴδη: μὲν γὰρ ἠθικὴ δὲ παθητική): διὸ καὶ οἱ ὑποκριταὶ τὰ τοιαῦτα τῶν δραμάτων διώκουσι, καὶ οἱ ποιηταὶ τοὺς τοιούτους. βαστάζονται δὲ οἱ ἀναγνωστικοί, οἷον Χαιρήμωνἀκριβὴς γὰρ ὥσπερ λογογράφος), καὶ Λικύμνιος τῶν διθυραμβοποιῶν. καὶ παραβαλλόμενοι οἱ
μὲν τῶν γραφέων λόγοι ἐν τοῖς ἀγῶσι στενοὶ φαίνονται, οἱ δὲ τῶν ῥητόρων, εὖ λεχθέντες, ἰδιωτικοὶ ἐν ταῖς χερσίν. αἴτιον δ᾽ ὅτι ἐν τῷ ἀγῶνι ἁρμόττει τὰ ὑποκριτικά: διὸ καὶ ἀφῃρημένης τῆς ὑποκρίσεως οὐ ποιοῦντα τὸ αὑτῶν ἔργον φαίνεται εὐήθη, οἷον τά τε ἀσύνδετα καὶ τὸ πολλάκις
τὸ αὐτὸ εἰπεῖν ἐν τῇ γραφικῇ ὀρθῶς ἀποδοκιμάζεται, ἐν δὲ ἀγωνιστικῇ οὔ, καὶ οἱ ῥήτορες χρῶνται: ἔστι γὰρ ὑποκριτική. [3] ἀνάγκη δὲ μεταβάλλειν τὸ αὐτὸ λέγοντας, ὅπερ ὥσπερ ὁδοποιεῖ τῷ ὑποκρίνεσθαι: “οὗτός ἐστιν κλέψας ὑμῶν, οὗτός ἐστιν ἐξαπατήσας, οὗτος τὸ ἔσχατον προδοῦναι
ἐπιχειρήσας”, οἷον καὶ Φιλήμων ὑποκριτὴς ἐποίει ἔν τε τῇ Ἀναξανδρίδου Γεροντομαχίᾳ, ὅτε λέγοιῬαδάμανθυς καὶ Παλαμήδης”, καὶ ἐν τῷ προλόγῳ τῶν Εὐσεβῶν τὸἐγώ”: ἐὰν γάρ τις τὰ τοιαῦτα μὴ ὑποκρίνηται, γίγνεται τὴν δοκὸν φέρων”. [4] καὶ τὰ ἀσύνδετα ὡσαύτως: “ἦλθον, ἀπήντησα,
ἐδεόμην:” ἀνάγκη γὰρ ὑποκρίνεσθαι καὶ μὴ ὡς ἓν λέγοντα τῷ αὐτῷ ἤθει καὶ τόνῳ εἰπεῖν. ἔτι ἔχει ἴδιόν τι τὰ ἀσύνδετα: ἐν ἴσῳ γὰρ χρόνῳ πολλὰ δοκεῖ εἰρῆσθαι: γὰρ σύνδεσμος ἓν ποιεῖ τὰ πολλά, ὥστε ἐὰν ἐξαιρεθῇ, δῆλον ὅτι τοὐναντίον ἔσται τὸ ἓν πολλά. ἔχει οὖν αὔξησιν: “ἦλθον, διελέχθην, ἱκέτευσα
πολλὰ δοκεῖ), “ὑπερεῖδεν ὅσα εἶπον”. τοῦτο δὲ βούλεται ποιεῖν καὶ Ὅμηρος ἐν τῷΝιρεὺς αὖ Σύμηθεν,
Νιρεὺς Ἀγλαΐης,
Νιρεὺς ὃς κάλλιστος.

Hom. Il. 2.671-673 περὶ οὗ γὰρ πολλὰ λέγεται, ἀνάγκη καὶ πολλάκις εἰρῆσθαι:
εἰ οὖν καὶ πολλάκις, καὶ πολλὰ δοκεῖ, ὥστε ηὔξηκεν, ἅπαξ μνησθείς, διὰ τὸν παραλογισμόν, καὶ μνήμην πεποίηκεν, οὐδαμοῦ ὕστερον αὐτοῦ λόγον ποιησάμενος. [5]

μὲν οὖν δημηγορικὴ λέξις καὶ παντελῶς ἔοικεν τῇ σκιαγραφίᾳ: ὅσῳ γὰρ ἂν πλείων ὄχλος, πορρώτερον
θέα, διὸ τὰ ἀκριβῆ περίεργα καὶ χείρω φαίνεται ἐν ἀμφοτέροις: δὲ δικανικὴ ἀκριβεστέρα. ἔτι δὲ μᾶλλον ἐν ἑνὶ κριτῇ: ἐλάχιστον γὰρ ἔνεστι ῥητορικῆς: εὐσύνοπτον γὰρ μᾶλλον τὸ οἰκεῖον τοῦ πράγματος καὶ τὸ ἀλλότριον, καὶ ἀγὼν ἄπεστιν, ὥστε καθαρὰ κρίσις. διὸ οὐχ οἱ αὐτοὶ
ἐν πᾶσιν τούτοις εὐδοκιμοῦσιν ῥήτορες: ἀλλ᾽ ὅπου μάλιστα ὑπόκρισις, ἐνταῦθα ἥκιστα ἀκρίβεια ἔνι. τοῦτο δὲ ὅπου φωνῆς, καὶ μάλιστα ὅπου μεγάλης.

μὲν οὖν ἐπιδεικτικὴ λέξις γραφικωτάτη: τὸ γὰρ ἔργον αὐτῆς ἀνάγνωσις: [6] δευτέρα δὲ δικανική. τὸ δὲ προσδιαιρεῖσθαι
τὴν λέξιν, ὅτι ἡδεῖαν δεῖ εἶναι καὶ μεγαλοπρεπῆ, περίεργον: τί γὰρ μᾶλλον σώφρονα καὶ ἐλευθέριον καὶ εἴ τις ἄλλη ἤθους ἀρετή; τὸ δὲ ἡδεῖαν εἶναι ποιήσει δηλονότι τὰ εἰρημένα, εἴπερ ὀρθῶς ὥρισται ἀρετὴ τῆς λέξεως: τίνος γὰρ ἕνεκα δεῖ σαφῆ καὶ μὴ ταπεινὴν εἶναι ἀλλὰ
πρέπουσαν; ἄν τε γὰρ ἀδολεσχῇ, οὐ σαφής, οὐδὲ ἂν σύντομος, ἀλλὰ δῆλον ὅτι τὸ μέσον ἁρμόττει. καὶ τὸ ἡδεῖαν τὰ εἰρημένα ποιήσει, ἂν εὖ μιχθῇ, τὸ εἰωθὸς καὶ τὸ ξενικόν, καὶ ῥυθμός, καὶ τὸ πιθανὸν ἐκ τοῦ πρέποντος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (E. M. Cope, 1877)
load focus English (J. H. Freese, 1926)
hide References (2 total)
  • Cross-references to this page (1):
  • Cross-references from this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: