Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[335β]
πάνυ μὲν οὖν, ἔφη, οὕτως ἄν μοι δοκεῖ καλῶς λέγεσθαι.ἔστιν ἄρα, ἦν δ᾽ ἐγώ, δικαίου ἀνδρὸς βλάπτειν καὶ ὁντινοῦν ἀνθρώπων;καὶ πάνυ γε, ἔφη: τούς γε πονηρούς τε καὶ ἐχθροὺς δεῖ βλάπτειν.βλαπτόμενοι δ᾽ ἵπποι βελτίους ἢ χείρους γίγνονται;χείρους.ἆρα εἰς τὴν τῶν κυνῶν ἀρετήν, ἢ εἰς τὴν τῶν ἵππων;εἰς τὴν τῶν ἵππων.ἆρ᾽ οὖν καὶ κύνες βλαπτόμενοι χείρους γίγνονται εἰς τὴν τῶν κυνῶν ἀλλ᾽ οὐκ εἰς τὴν τῶν ἵππων ἀρετήν;ἀνάγκη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.