Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[377δ]
δύνασθαι τούς τε μείζους καὶ τοὺς ἐλάττους. ἢ οὐκ οἴει;ἔγωγ᾽, ἔφη: ἀλλ᾽ οὐκ ἐννοῶ οὐδὲ τοὺς μείζους τίνας λέγεις.οὓς Ἡσίοδός τε, εἶπον, καὶ Ὅμηρος ἡμῖν ἐλεγέτην καὶ οἱ ἄλλοι ποιηταί. οὗτοι γάρ που μύθους τοῖς ἀνθρώποις ψευδεῖς συντιθέντες ἔλεγόν τε καὶ λέγουσι.ποίους δή, ἦ δ᾽ ὅς, καὶ τί αὐτῶν μεμφόμενος λέγεις;ὅπερ, ἦν δ᾽ ἐγώ, χρὴ καὶ πρῶτον καὶ μάλιστα μέμφεσθαι, ἄλλως τε καὶ ἐάν τις μὴ καλῶς ψεύδηται.τί τοῦτο;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.