Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[502β]
συγχωροῦμεν: ὡς δὲ ἐν παντὶ τῷ χρόνῳ τῶν πάντων οὐδέποτε οὐδ᾽ ἂν εἷς σωθείη, ἔσθ᾽ ὅστις ἀμφισβητήσειε;καὶ πῶς;ἀλλὰ μήν, ἦν δ᾽ ἐγώ, εἷς ἱκανὸς γενόμενος, πόλιν ἔχων πειθομένην, πάντ᾽ ἐπιτελέσαι τὰ νῦν ἀπιστούμενα.ἱκανὸς γάρ, ἔφη.ἄρχοντος γάρ που, ἦν δ᾽ ἐγώ, τιθέντος τοὺς νόμους καὶ τὰ ἐπιτηδεύματα ἃ διεληλύθαμεν, οὐ δήπου ἀδύνατον ἐθέλειν ποιεῖν τοὺς πολίτας.οὐδ᾽ ὁπωστιοῦν.ἀλλὰ δή, ἅπερ ἡμῖν δοκεῖ, δόξαι καὶ ἄλλοις θαυμαστόν τι καὶ ἀδύνατον;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.