Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[439ε]
οὔκ, ἀλλ᾽ εἰκότως, ἔφη, ἡγοίμεθ᾽ ἂν οὕτως.ταῦτα μὲν τοίνυν, ἦν δ᾽ ἐγώ, δύο ἡμῖν ὡρίσθω εἴδη ἐν ψυχῇ ἐνόντα: τὸ δὲ δὴ τοῦ θυμοῦ καὶ ᾧ θυμούμεθα πότερον τρίτον, ἢ τούτων ποτέρῳ ἂν εἴη ὁμοφυές;ἴσως, ἔφη, τῷ ἑτέρῳ, τῷ ἐπιθυμητικῷ.ἀλλ᾽, ἦν δ᾽ ἐγώ, ποτὲ ἀκούσας τι† πιστεύω τούτῳ: ὡς ἄρα Λεόντιος ὁ Ἀγλαΐωνος ἀνιὼν ἐκ Πειραιῶς ὑπὸ τὸ βόρειον τεῖχος ἐκτός, αἰσθόμενος νεκροὺς παρὰ τῷ δημίῳ κειμένους, ἅμα μὲν ἰδεῖν ἐπιθυμοῖ, ἅμα δὲ αὖ δυσχεραίνοι καὶ ἀποτρέποι ἑαυτόν, καὶ τέως μὲν μάχοιτό τε καὶ παρακαλύπτοιτο,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.