Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[492δ]
πολλή, ἦ δ᾽ ὅς, ὦ Σώκρατες, ἀνάγκη.καὶ μήν, ἦν δ᾽ ἐγώ, οὔπω τὴν μεγίστην ἀνάγκην εἰρήκαμεν.ποίαν; ἔφη.ἣν ἔργῳ προστιθέασι λόγῳ μὴ πείθοντες οὗτοι οἱ παιδευταί τε καὶ σοφισταί. ἢ οὐκ οἶσθα ὅτι τὸν μὴ πειθόμενον ἀτιμίαις τε καὶ χρήμασι καὶ θανάτοις κολάζουσι;καὶ μάλα, ἔφη, σφόδρα.τίνα οὖν ἄλλον σοφιστὴν οἴει ἢ ποίους ἰδιωτικοὺς λόγους ἐναντία τούτοις τείνοντας κρατήσειν;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.