Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[414ξ]
τι ἓν ψευδομένους πεῖσαι μάλιστα μὲν καὶ αὐτοὺς τοὺς ἄρχοντας, εἰ δὲ μή, τὴν ἄλλην πόλιν;ποῖόν τι; ἔφη.μηδὲν καινόν, ἦν δ᾽ ἐγώ, ἀλλὰ Φοινικικόν τι, πρότερον μὲν ἤδη πολλαχοῦ γεγονός, ὥς φασιν οἱ ποιηταὶ καὶ πεπείκασιν, ἐφ᾽ ἡμῶν δὲ οὐ γεγονὸς οὐδ᾽ οἶδα εἰ γενόμενον ἄν, πεῖσαι δὲ συχνῆς πειθοῦς.ὡς ἔοικας, ἔφη, ὀκνοῦντι λέγειν.δόξω δέ σοι, ἦν δ᾽ ἐγώ, καὶ μάλ᾽ εἰκότως ὀκνεῖν, ἐπειδὰν εἴπω.λέγ᾽, ἔφη, καὶ μὴ φοβοῦ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.