Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
Ἐπεὶ μέντοι
οὐκ ἀνίει φοιτῶν καὶ διὰ στόμα ἔχων τὴν Κίρκην,
μάλα ἀχθεσθεῖσα ὑπέρχεται αὐτόν, καὶ αὐτίκα εἰσκαλεσαμένη
τράπεζαν αὐτῷ παντοδαπῆς θοίνης πλήσασα
παρατίθησιν: ἦν δ̓ ἄρα φαρμάκων ἀνάπλεω
τὰ ἐδέσματα, φαγών τε ὁ Κάλχος εὐθέως παραπλὴξ
[p. 17]
γίνεται, καὶ αὐτὸν ἤλασεν ἐς συφεούς. Ἐπεὶ μέντοι
μετὰ χρόνον Δαύνιος στρατὸς ἐπῄει τῇ νήσῳ
ζήτησιν ποιούμενος τοῦ Κάλχου, μεθίησιν αὐτόν,
πρότερον ὁρκίοις καταδησαμένη, μὴ ἀφίξεσθαί
ποτε εἰς τὴν νῆσον μήτε μνηστείας μήτε ἄλλου του χάριν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.