Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
Ὡς δὲ ἐς κοῖτόν ποτε ἀπετράποντο,
πολλὰ κατεμέμφετο τὸν Ξάνθον ἡ γυνὴ διὰ τὸ μὴ
[p. 12]
ἔχοντα τοσοῦτο χρυσίον ὑποσχέσθαι τῷ βαρβάρῳ,
κινδυνεύσειν τε αὐτόν, εἰ μὴ ἐμπεδώσειε τὴν ἐπαγγελίαν:
τοῦ δὲ φήσαντος ἐν ταῖς κρηπῖσι τῶν παίδων
καὶ ἄλλους τινὰς χιλίους χρυσοῦς κεκρύφθαι
διὰ τὸ μὴ ἐλπίζειν ἐπιεικῆ τὸν βάρβαρον καταλήψεσθαι,
δεήσειν δὲ πολλῶν λύτρων, ἡ γυνὴ τῇ ὑστεραίᾳ
τῷ Κελτῷ καταμηνύει τὸ πλῆθος τοῦ χρυσοῦ καὶ
παρεκελεύετο κτεῖναι τὸν Ξάνθον, φάσκουσα πολὺ
μᾶλλον αἱρεῖσθαι αὐτὸν τῆς τε πατρίδος καὶ τοῦ
παιδίου, τὸν μὲν γὰρ Ξάνθον παντάπασιν ἀποστυγεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.