Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἱππαρῖνος δ̓ ὁ Συρακοσίων τύραννος εἰς ἐπιθυμίαν
ἀφίκετο πάνυ καλοῦ παιδός: Ἀχαιὸς αὐτῷ
ὄνομα. Τοῦτον ἐξαλλάγμασι πολλοῖς ὑπαγόμενος
πείθει τὴν οἰκίαν ἀπολιπόντα σὺν αὐτῷ μένειν: χρόνου
δὲ προϊόντος, ὡς πολεμίων τις ἔφοδος προσηγγέλη
πρός τι τῶν ὑπ̓ ἐκείνου κατεχομένων χωρίων,
καὶ ἔδει κατὰ τάχος βοηθεῖν, ἐξορμῶν ὁ Ἱππαρῖνος
παρεκελεύσατο τῷ παιδί, εἴ τις ἐντὸς τῆς αὐλῆς βιάζοιτο,
κατακαίνειν αὐτὸν τῇ σπάθῃ, ἣν ἐτύγχανεν αὐτῷ
κεχαρισμένος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.