Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἐκ δὲ Ἁλικαρνασσοῦ παῖς Ἀνθεὺς ἐκ βασιλείου
γένους ὡμήρευσε παρὰ Φοβίῳ, ἑνὶ τῶν Νειλειδῶν,
τότε κρατοῦντι Μιλησίων. Τούτου Κλεόβοια,
ἥν τινες Φιλαίχμην ἐκάλεσαν, τοῦ Φοβίου γυνή, ἐρασθεῖσα
πολλὰ ἐμηχανᾶτο εἰς τὸ προσαγαγέσθαι τὸν
παῖδα: ὡς δὲ ἐκεῖνος ἀπεωθεῖτο, ποτὲ μὲν φάσκων
ὀρρωδεῖν μὴ κατάδηλος γένοιτο, ποτὲ δὲ Δία Ξένιον
καὶ κοινὴν τράπεζαν προϊσχόμενος, ἡ Κλεόβοια κακῶς
φερομένη ἐν νῷ εἶχε τίσασθαι αὐτόν, ἀνηλεῆ τε
καὶ ὑπέραυχον ἀποκαλουμένη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.