Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Λέγεται καὶ Σίθωνα τὸν Ὀδομάντων βασιλέα γεννῆσαι
θυγατέρα Παλλήνην καλήν τε καὶ ἐπίχαριν,
καὶ διὰ τοῦτο ἐπὶ πλεῖστον χωρῆσαι τὸ κλέος
αὐτῆς, φοιτᾶν τε μνηστῆρας οὐ μόνον ἀπ̓ αὐτῆς
τῆς Θρᾴκης, ἀλλὰ καὶ ἔτι πρόσωθέν τινας, ἀπό τε
Ἰλλυρίδος καὶ τῶν ἐπὶ Τανάιδος ποταμοῦ κατῳκημένων:
τὸν δὲ Σίθωνα πρῶτον μὲν κελεύειν τοὺς
ἀφικνουμένους μνηστῆρας πρὸς μάχην ἰέναι τὴν
[p. 9]
κόρην ἔχοντα, εἰ δὲ ἥττων φανείη, τεθνάναι, τούτῳ
τε τῷ τρόπῳ πάνυ συχνοὺς ἀνῃρήκει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.