Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Λέγεται δὲ καὶ Ἡρακλέα, ὅτε ἀπ̓ Ἐρυθείας τὰς
Γηρυόνου βοῦς ἤγαγεν, ἀλώμενον διὰ τῆς Κελτῶν
[p. 30]
χώρας ἀφικέσθαι παρὰ Βρεταννόν: τῷ δὲ ἄρα
ὑπάρχειν θυγατέρα, Κελτίνην ὄνομα. Ταύτην δὲ
ἐρασθεῖσαν τοῦ Ἡρακλέους κατακρύψαι τὰς βοῦς, μὴ
θέλειν τε ἀποδοῦναι, εἰ μὴ πρότερον αὐτῇ μιχθῆναι:
τὸν δὲ Ἡρακλέα τὸ μέν τι καὶ τὰς βοῦς ἐπειγόμενον
ἀνασώσασθαι, πολὺ μᾶλλον μέντοι τὸ κάλλος ἐκπλαγέντα
τῆς κόρης συγγενέσθαι αὐτῇ, καὶ αὐτοῖς
χρόνου περιήκοντος γενέσθαι παῖδα Κελτόν, ἀφ̓ οὗ
δὴ Κελτοὶ προσηγορεύθησαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.