[6]
ἔστιν δὲ καὶ τὰ ἀστεῖα τὰ πλεῖστα διὰ μεταφορᾶς καὶ
ἐκ τοῦ προσεξαπατᾶν: μᾶλλον γὰρ γίγνεται δῆλον ὅ τι ἔμαθε παρὰ τὸ ἐναντίως ἔχειν, καὶ ἔοικεν λέγειν ἡ ψυχὴ “ὡς ἀληθῶς, ἐγὼ δὲ ἥμαρτον”. καὶ τῶν ἀποφθεγμάτων δὲ τὰ ἀστεῖά ἐστιν ἐκ τοῦ μὴ ὅ φησι λέγειν, οἷον τὸ Στησιχόρου, ὅτι οἱ τέττιγες ἑαυτοῖς χαμόθεν ᾁσονται. καὶ τὰ εὖ ᾐνιγμένα
διὰ τὸ αὐτὸ ἡδέα (μάθησις γάρ ἐστι καὶ μεταφορά), καὶ (ὃ λέγει Θεόδωρος) τὸ καινὰ λέγειν. γίγνεται δὲ ὅταν παράδοξον ᾖ, καὶ μή, ὡς ἐκεῖνος λέγει, πρὸς τὴν ἔμπροσθεν δόξαν, ἀλλ᾽ ὥσπερ ἐν τοῖς γελοίοις τὰ παραπεποιημένα (ὅπερ δύναται καὶ τὰ παρὰ γράμμα σκώμματα:
ἐξαπατᾷ γάρ), καὶ ἐν τοῖς μέτροις: οὐ γὰρ ὥσπερ ὁ ἀκούων ὑπέλαβεν: “ἔστειχε δ᾽ ἔχων ὑπὸ ποσσὶ χίμεθλα:
” ὁ δ᾽ ᾤετο πέδιλα ἐρεῖν. τούτου δ᾽ ἅμα λεγομένου δεῖ δῆλον εἶναι. τὰ δὲ παρὰ γράμμα ποιεῖ οὐχ ὃ λέγει λέγειν, ἀλλ᾽ ὃ μεταστρέφει ὄνομα, οἷον τὸ Θεοδώρου εἰς Νίκωνα
τὸν κιθαρῳδὸν “θράξει σε”, προσποιεῖται γὰρ λέγειν τὸ “Θρᾷξ εἶ σύ” καὶ ἐξαπατᾷ: ἄλλο γὰρ λέγει.
διὸ μαθόντι ἡδύ, ἐπεὶ εἰ μὴ ὑπολαμβάνει Θρᾷκα εἶναι, οὐ δόξει ἀστεῖον εἶναι.
Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
chapter:
This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Table of Contents:
book 1
book 2
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ars Rhetorica. Aristotle. W. D. Ross. Oxford. Clarendon Press. 1959.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.