[9]
ἄλλα δ᾽ ἠθικὰ τὰ ἑπόμενα ἑκάστῳ ἤθει, οἷον ὅτι ἅμα λέγων ἐβάδιζεν: δηλοῖ γὰρ θρασύτητα καὶ ἀγροικίαν ἤθους. καὶ μὴ ὡς ἀπὸ διανοίας λέγειν, ὥσπερ οἱ νῦν,
ἀλλ᾽ ὡς ἀπὸ προαιρέσεως: “ἐγὼ δὲ ἐβουλόμην: καὶ προειλόμην γὰρ τοῦτο: ἀλλ᾽ εἰ μὴ ὠνήμην, βέλτιον”: τὸ μὲν γὰρ φρονίμου τὸ δὲ ἀγαθοῦ: φρονίμου μὲν γὰρ ἐν τῷ τὸ ὠφέλιμον διώκειν, ἀγαθοῦ δ᾽ ἐν τῷ τὸ καλόν. ἂν δ᾽ ἄπιστον ᾖ, τότε τὴν αἰτίαν ἐπιλέγειν, ὥσπερ Σοφοκλῆς ποιεῖ: παράδειγμα
τὸ ἐκ τῆς Ἀντιγόνης, ὅτι μᾶλλον τοῦ ἀδελφοῦ ἐκήδετο ἢ ἀνδρὸς ἢ τέκνων: τὰ μὲν γὰρ ἂν γενέσθαι ἀπολομένων, “μητρὸς δ᾽ ἐν Ἅιδου καὶ πατρὸς βεβηκότων
οὐκ ἔστ᾽ ἀδελφὸς ὅς τις ἂν βλάστοι ποτέ.
” Soph. Ant. 911-912 ἐὰν δὲ μὴ ἔχῃς αἰτίαν, ἀλλ᾽ ὅτι οὐκ ἀγνοεῖς ἄπιστα λέγων,
ἀλλὰ φύσει τοιοῦτος εἶ: ἀπιστοῦσι γὰρ ἄλλο τι πράττειν ἑκόντα πλὴν τὸ συμφέρον.
Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
chapter:
This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Table of Contents:
book 1
book 2
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ars Rhetorica. Aristotle. W. D. Ross. Oxford. Clarendon Press. 1959.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.