[7]
τὰ δὲ ἄλλα εἴδη οἷς χρῶνται, ἰατρεύματα καὶ κοινά. λέγεται δὲ ταῦτα ἔκ τε τοῦ λέγοντος καὶ τοῦ ἀκροατοῦ καὶ τοῦ πράγματος καὶ τοῦ ἐναντίου περὶ αὐτοῦ μὲν καὶ τοῦ ἀντιδίκου οἷά περ διαβολὴν λῦσαι καὶ ποιῆσαι (ἔστιν δὲ οὐχ ὁμοίως: ἀπολογουμένῳ μὲν
γὰρ πρῶτον τὰ πρὸς διαβολήν, κατηγοροῦντι δ᾽ ἐν τῷ ἐπιλόγῳ: δι᾽ ὃ δέ, οὐκ ἄδηλον: τὸν μὲν γὰρ ἀπολογούμενον, ὅταν μέλλῃ εἰσάξειν αὑτόν, ἀναγκαῖον ἀνελεῖν τὰ κωλύοντα, ὥστε λυτέον πρῶτον τὴν διαβολήν: τῷ δὲ διαβάλλοντι ἐν τῷ ἐπιλόγῳ διαβλητέον, ἵνα μνημονεύσωσι μᾶλλον). τὰ δὲ
πρὸς τὸν ἀκροατὴν ἔκ τε τοῦ εὔνουν ποιῆσαι καὶ ἐκ τοῦ ὀργίσαι, καὶ ἐνίοτε τὸ προσεκτικὸν ἢ τοὐναντίον: οὐ γὰρ ἀεὶ συμφέρει ποιεῖν προσεκτικόν, διὸ πολλοὶ εἰς γέλωτα πειρῶνται προάγειν. εἰς δὲ εὐμάθειαν ἅπαντα ἀνάξει, ἐάν τις βούληται, καὶ τὸ ἐπιεικῆ φαίνεσθαι:
προσέχουσι γὰρ μᾶλλον τούτοις. προσεκτικοὶ δὲ τοῖς μεγάλοις, τοῖς ἰδίοις, τοῖς θαυμαστοῖς, τοῖς ἡδέσιν: διὸ δεῖ ἐμποιεῖν ὡς περὶ τοιούτων ὁ λόγος: ἐὰν δὲ μὴ προσεκτικούς, ὅτι μικρόν, ὅτι οὐδὲν πρὸς ἐκείνους, ὅτι λυπηρόν.
Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
chapter:
This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Table of Contents:
book 1
book 2
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ars Rhetorica. Aristotle. W. D. Ross. Oxford. Clarendon Press. 1959.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.