Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[17]
— ᾤετο γὰρ χαριεῖσθαι τὰ μέγιστα τῷ βασιλεῖ ἐπιψευδομενος
[p. 8]
ἀριστείας τινὰς αὐτῷ καὶ ἀναπλάττων ἔργα μείζω
τῆς ἀληθείας — λαβὼν ἐκεῖνος τὸ βιβλίον — πλέοντες δὲ
ἐτύγχανον ἐν τῷ ποταμῷ τῷ Ὑδάσπῃ — ἔρριψεν ἐπὶ κεφαλὴν
ἐς τὸ ὕδωρ ἐπειπών, Καὶ σὲ δὲ οὕτως ἐχρῆν, ὦ
Ἀριστόβουλε, τοιαῦτα ὑπὲρ ἐμοῦ μονομαχοῦντα καὶ ἐλέφαντας
ἑνὶ ἀκοντίῳ φονεύοντα. καὶ ἔμελλέ γε οὕτως
ἀγανακτήσειν ὁ Ἀλέξανδρος, ὅς γε οὐδὲ τὴν τοῦ ἀρχιτέκτονος
τόλμαν ἠνέσχετο, ὑποσχομένου τὸν Ἄθω εἰκόνα
ποιήσειν αὐτοῦ καὶ μετακοσμήσειν τὸ ὄρος εἰς ὁμοιότητα
τοῦ βασιλέως, ἀλλὰ κόλακα εὐθὺς ἐπιγνοὺς τὸν ἄνθρωπον
οὐκέτ᾽ οὐδ᾽ ἐς τὰ ἄλλα ὁμοίως ἐχρῆτο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.