Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[51]
[p. 22]
καὶ ὡς ἐδίψων καὶ οἷον τὸ ὕδωρ ἔπινον καὶ ως
ἐφονεύοντο πίνοντες οἱ πολλοί. ἡγήσεται γὰρ — ὅπερ
δικαιότατον — ὑπ᾽ οὐδενὸς τῶν νοῦν ἐχόντων αὐτὸς ἕξειν
τὴν αἰτίαν, ἢν τὰ δυστυχῶς ἢ ἀνοήτως γεγενημένα ὡς
ἐπράχθη διηγῆται: οὐ γὰρ ποιητὴς αὐτῶν, ἀλλὰ μηνυτὴς
ἦν. ὥστε κἂν καταναυμαχῶνται τότε, οὐκ ἐκεῖνος ὁ
καταδύων ἐστί, κἂν φεύγωσιν, οὐκ ἐκεῖνος ὁ διώκων,
ἐκτὸς εἰ μή, εὔξασθαι δέον, παρέλειπεν: ἐπεί τοί γε εἰ
σιωπήσας αὐτὰ ἢ πρὸς τοὐναντίον εἰπὼν ἐπανορθώσασθαι
ἐδύνατο, ῥᾷστον ἦν ἑνὶ καλάμῳ λεπτῷ τὸν Θουκυδίδην
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.