Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[60]
γῆν ὁρῶντι, ἄρτι δὲ τὴν Μυσῶν: κατὰ ταῦτα καὶ αὐτὸς
ἄρτι μὲν τὰ ἴδια ὁράτω καὶ δηλούτω ἡμῖν οἷα ἐφαίνετο
αὐτῷ ἀφ᾽ ὑψηλοῦ ὁρῶντι, ἄρτι δὲ τὰ Περσῶν, εἶτ᾽ ἀμφότερα,
εἰ μάχοιντο. καὶ ἐν αὐτῇ δὲ τῇ παρατάξει μὴ πρὸς
ἓν μέρος ὁράτω μηδὲ ἐς ἕνα ἱππέα ἢ πεζόν, εἰ μὴ Βρασίδας
τις εἴη προπηδῶν ἢ Δημοσθένης ἀνακόπτων τὴν
ἐπίβασιν: ἐς τοὺς στρατηγοὺς μέντοι τὰ πρῶτα, καὶ εἴ τι
παρεκελεύσαντο, κἀκεῖνο ἀκηκούσθω, καὶ ὅπως καὶ ᾗτινι
γνώμῃ καὶ ἐπινοίᾳ ἔταξαν. ἐπειδὰν δὲ ἀναμιχθῶσι, κοινὴ
ἔστω ἡ θέα, καὶ ζυγοστατείτω τότε ὥσπερ ἐν τρυτάνῃ τὰ
γιγνόμενα καὶ συνδιωκέτω καὶ συμφευγέτω.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.