Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[37]
αὐτῷ συννεμομένους καὶ ὡς ὑπὸ λέοντος ὀλίγου δεῖν καταβρωθείη,
καὶ ἡλίκους ἰχθῦς ἐπρίατο ἐν Καισαρείᾳ: καὶ
ὁ θαυμαστὸς συγγραφεὺς ἀφεὶς τὰς ἐν Εὐρώπῳ γιγνομένας
σφαγὰς τοσαύτας καὶ ἐπελάσεις καὶ σπονδὰς ἀναγκαίας
καὶ φυλακὰς καὶ ἀντιφυλακὰς ἄχρι βαθείας ἑσπέρας
ἐφειστήκει ὁρῶν Μαλχίωνα τὸν Σύρον ἐν Καισαρείᾳ
σκάρους παμμεγέθεις ἀξίους ὠνούμενον: εἰ δὲ μὴ νὺξ
κατέλαβε, τάχ᾽ ἂν καὶ συνεδείπνει μετ᾽ αὐτοῦ ἤδη τῶν
σκάρων ἐσκευασμένων. ἅπερ εἰ μὴ ἐνεγέγραπτο ἐπιμελῶς
τῇ ἱστορίᾳ, μεγάλα ἂν ἡμεῖς ἠγνοηκότες ἦμεν, καὶ ἡ
ζημία Ῥωμαίοις ἀφόρητος, εἰ Μαυσάκας ὁ Μαῦρος διψῶν
μὴ εὗρε πιεῖν, ἀλλ᾽ ἄδειπνος ἐπανῆλθεν ἐπὶ τὸ στρατόπεδον.
καίτοι πόσα ἄλλα μακρῷ ἀναγκαιότερα ἑκὼν ἐγὼ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.