Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
[39]
γράφω τοίνυν ἃ εἶδον, οὐχ ἃ ἤκουσα.’ καὶ οὕτως ἀκριβῶς
ἅπαντα ἑωράκει, ὥστε τοὺς δράκοντας ἔφη τῶν
Παρθυαίων — σημεῖον δὲ πλήθους τοῦτο αὐτοῖς: χιλίους
γὰρ οἶμαι ὁ δράκων ἄγει — ζῶντας δράκοντας παμμεγέθεις
εἶναι γεννωμένους ἐν τῇ Περσίδι μικρὸν ὑπὲρ τὴν
Ἰβηρίαν, τούτους δὲ τέως μὲν ἐπὶ κοντῶν μεγάλων ἐκδεδεμένους
ὑψηλοὺς αἰωρεῖσθαι καὶ πόρρωθεν ἐπελαυνόντων
[p. 18]
δέος ἐμποιεῖν, ἐν αὐτῷ δὲ τῷ ἔργῳ ἐπειδὰν ὁμοῦ
ἴωσι, λύσαντες αὐτοὺς ἐπαφιᾶσι τοῖς πολεμίοις: ἀμέλει
πολλοὺς τῶν ἡμετέρων οὕτω καταποθῆναι καὶ ἄλλους.
περισπειραθέντων αὐτοῖς, ἀποπνιγῆναι καὶ συγκλασθῆναι:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.