Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[26]
περιόδῳ συνηρώτησε τοὺς ἀναγινώσκοντας λόγον πάνσοφον
δεῖξαι σπεύδων, ὡς μόνῳ ἂν τῷ σοφῷ πρέποι ἱστορίαν
συγγράφειν. εἶτα μετὰ μικρὸν ἄλλος συλλογισμός,
εἶτα ἄλλος: καὶ ὅλως ἐν ἅπαντι σχήματι συνηρώτητο αὐτῷ
τὸ προοίμιον. τὸ τῆς κολακείας ἐς κόρον, καὶ τὰ ἐγκώμια
φορτικὰ καὶ κομιδῇ βωμολοχικά, οὐκ ἀσυλλόγιστα
μέντοι, ἀλλὰ συνηρωτημένα κἀκεῖνα. καὶ μὴν κἀκεῖνο
φορτικὸν ἔδοξέ μοι καὶ ἥκιστα σοφῷ ἀνδρὶ καὶ πώγωνι
πολιῷ καὶ βαθεῖ πρέπον, τὸ ἐν τῷ προοιμίῳ εἰπεῖν, ὡς
ἐξαίρετον τοῦτο ἕξει ὁ ἡμέτερος ἄρχων, οὗ γε τὰς πράξεις
καὶ φιλόσοφοι ἤδη συγγράφειν ἀξιοῦσι: τὸ γὰρ τοιοῦτον,
εἴπερ ἄρα, ἡμῖν ἔδει καταλιπεῖν λογίζεσθαι ἢ αὐτὸν
εἰπεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.