Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ τοίνυν καὶ ἡμῖν τοιοῦτός τις ὁ μαθητὴς νῦν
παραδεδόσθω, συνεῖναί τε καὶ εἰπεῖν οὐκ ἀγεννής, ἀλλ᾽
ὀξὺ δεδορκώς, οἷος καὶ πράγμασι χρήσασθαι ἄν, εἰ ἐπιτραπείη,
καὶ γνώμην στρατιωτικήν, ἀλλὰ μετὰ τῆς πολιτικῆς
καὶ ἐμπειρίαν στρατηγικὴν ἔχειν, καὶ νὴ Δία καὶ ἐν
στρατοπέδῳ γεγονώς ποτε καὶ γυμναζομένους ἢ ταττομένους
στρατιώτας ἑωρακὼς καὶ ὅπλα εἰδὼς καὶ μηχανήματα,
ἔτι δὲ καὶ τί ἐπὶ κέρως καὶ τί ἐπὶ μετώπου, πῶς οἱ
λόχοι, πῶς οἱ ἱππεῖς καὶ πόθεν καὶ τί ἐξελαύνειν ἢ περιελαύνειν,
καὶ ὅλως, οὐ τῶν κατοικιδίων τις οὐδ᾽ οἷος
πιστεύειν μόνον τοῖς ἀπαγγέλλουσι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.