Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἰ δὲ τὸ παραυτίκα
[p. 23]
τις θεραπεύοι, τῆς τῶν κολακευόντων μερίδος εἰκότως
ἂν νομισθείη, οὓς πάλαι ἡ ἱστορία καὶ ἐξ ἀρχῆς εὐθὺς
ἀπέστραπτο, οὐ μεῖον ἢ κομμωτικὴν ἡ γυμναστική. Ἀλεξάνδρου
γοῦν καὶ τοῦτο ἀπομνημονεύουσιν, ὅς, Ἡδέως
[54]
ἄν, ἔφη, πρὸς ὀλίγον ἀνεβίουν, ὦ Ὀνησίκριτε, ἀποθανών,
ὡς μάθοιμι ὅπως ταῦτα οἱ ἄνθρωποι τότε ἀναγιγνώσκουσιν.
εἰ δὲ νῦν αὐτὰ ἐπαινοῦσι καὶ ἀσπάζονται, μὴ
θαυμάσῃς: οἴονται γὰρ οὐ μικρῷ τινι τῷ δελέατι τούτῳ
ἀνασπάσειν ἕκαστος τὴν παρ᾽ ἡμῶν εὔνοιαν. Ὁμήρῳ
γοῦν, καίτοι πρὸς τὸ μυθῶδες τὰ πλεῖστα συγγεγραφότι
ὑπὲρ τοῦ Ἀχιλλέως, ἤδη καὶ πιστεύειν τινὲς ὑπάγονται,
μόνον τοῦτο εἰς ἀπόδειξιν τῆς ἀληθείας μέγα τεκμήριον
τιθέμενοι, ὅτι μὴ περὶ ζῶντος ἔγραφεν: οὐ γὰρ εὑρίσκουσιν
οὗτινος ἕνεκα ἐψεύδετ᾽ ἄν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.