Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ δ᾽ οὖν Θουκυδίδης
εὖ μάλα τοῦτ᾽ ἐνομοθέτησε καὶ διέκρινεν ἀρετὴν
καὶ κακίαν συγγραφικήν, ὁρῶν μάλιστα θαυμαζόμενον
τὸν Ἡρόδοτον, ἄχρι τοῦ καὶ Μούσας κληθῆναι αὐτοῦ τὰ
βιβλία: κτῆμα γάρ φησι μᾶλλον ἐς ἀεὶ συγγράφειν ἤπερ
ἐς τὸ παρὸν ἀγώνισμα, καὶ μὴ τὸ μυθῶδες ἀσπάζεσθαι,
ἀλλὰ τὴν ἀλήθειαν τῶν γεγενημένων ἀπολείπειν τοῖς
ὕστερον. καὶ ἐπάγει τὸ χρήσιμον καὶ ὃ τέλος ἄν τις εὖ
φρονῶν ὑπόθοιτο ἱστορίας, ὡς εἴ ποτε καὶ αὖθις τὰ ὅμοια
[56]
καταλάβοι, ἔχοιεν, φησί, πρὸς τὰ προγεγραμμένα ἀποβλέποντες
[p. 24]
εὖ χρῆσθαι τοῖς ἐν ποσί.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.