Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὡς οὖν ἕν, φασίν, ἑνὶ παραβαλεῖν, τὸ Ἀβδηριτικὸν
έκεῖνο πάθος καὶ νῦν τοὺς πολλοὺς τῶν πεπαιδευμένων
[p. 2]
περιελήλυθεν, οὐχ ὥστε τραγῳδεῖν — ἔλαττον
γὰρ ἂν τοῦτο παρέπαιον ἀλλοτρίοις ἰαμβείοις, οὐ φαύλοις
[4]
κατεσχημένοι — ἀλλ᾽ ἀφ᾽ οὗ δὴ τὰ ἐν ποσὶ ταῦτα
κεκίνηται, ὁ πόλεμος ὁ πρὸς τοὺς βαρβάρους καὶ τὸ ἐν
Ἀρμενίᾳ τραῦμα καὶ αἱ συνεχεῖς νῖκαι, οὐδεὶς ὅστις οὐχ
ἱστορίαν συγγράφει, μᾶλλον δὲ Θουκυδίδαι καὶ Ἡρόδοτοι
καὶ Ξενοφῶντες ἡμῖν ἅπαντες, καὶ ὡς ἔοικεν, ἀληθὲς
ἄρ᾽ ἦν ἐκεῖνο τό ‘πόλεμος ἁπάντων πατήρ’, εἴ γε
καὶ συγγραφέας τοσούτους ἀνέφυσεν ὑπὸ μιᾷ τῇ ὁρμῇ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.