previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ΑΡΙΑΔΝΗ.

ιε. ὅτι τὴν Ἀριάδνην Θησεὺς ἄδικα δρῶνοἱ δ᾽ οὐκ ἄδικά φασιν, ἀλλ᾽ ἐκ Διονύσουκατέλιπεν ἐν Δίᾳ τῇ νήσῳ καθεύδουσαν, τάχα που καὶ τίτθης διακήκοας, σοφαὶ γὰρ ἐκεῖναι τὰ τοιαῦτα καὶ δακρύουσιν ἐπ᾽ αὐτοῖς, ὅταν ἐθέλωσιν. οὐ μὴν δέομαι λέγειν, Θησέα μὲν εἶναι τὸν ἐν τῇ νηί, Διόνυσον δὲ τὸν ἐν τῇ γῇ, οὐδ᾽ ὡς ἀγνοοῦντα ἐπιστρέφοιμ᾽ ἂν ἐς τὴν ἐπὶ τῶν πετρῶν, ὡς ἐν μαλακῷ κεῖται τῷ ὕπνῳ, οὐδὲ ἀπόχρη τὸν ζωγράφον ἐπαινεῖν, ἀφ᾽ ᾦν κἂν ἄλλος ἐπαινοῖτο, ῥᾴδιον γὰρ ἅπαντι καλὴν μὲν τὴν Ἀριάδνην γράφειν, καλὸν δὲ τὸν Θησέα, Διονύσου τε μυρία φάσματα τοῖς γράφειν πλάττειν βουλομένοις, ὧν κἂν μικροῦ τύχῃ τις, ᾕρηκε τὸν θεόν: καὶ γὰρ οἱ κόρυμβοι στέφανος ὄντες Διονύσου γνώρισμα, κἂν τὸ δημιούργημα φαύλως ἔχῃ, καὶ κέρας ὑπεκφυόμενον τῶν κροτάφων Διόνυσον δηλοῖ, καὶ πάρδαλις ὑπεκφαινομένη αὖ τοῦ θεοῦ σύμβολον:. [p. 317] ἀλλ᾽ οὗτός γε Διόνυσος ἐκ μόνου τοῦ ἐρᾶν γέγραπται: σκευὴ μὲν γὰρ ἠνθισμένη καὶ θύρσοι καὶ νεβρίδες, ἔρριπται ταῦτα ὡς ἔξω τοῦ καιροῦ, καὶ οὐδὲ κυμβάλοις αἱ Βάκχαι χρῶνται νῦν, οὐδὲ οἱ Σάτυροι αὐλοῦσιν, ἀλλὰ καὶ Πὰν κατέχει τὸ σκίρτημα, ὡς μὴ διαλύσειε τὸν ὕπνον τῆς κόρης, ἁλουργίδι τε στείλας ἑαυτὸν καὶ τὴν κεφαλὴν ῥόδοις ἀνθίσας ἔρχεται παρὰ τὴν Ἀριάδνην Διόνυσος, μεθύων ἔρωτι, φησὶν περὶ τῶν ἀκρατῶς ἐρώντων Τήιος: Θησεὺς δὲ ἐρᾷ μέν, ἀλλὰ τοῦ τῶν Ἀθηνῶν καπνοῦ, Ἀριάδνην δὲ οὔτε οἶδεν ἔτι, οὔτε ἔγνω ποτέ, φημὶ δ᾽ αὐτὸν ἐκλελῆσθαι καὶ τοῦ Λαβυρίνθου, καὶ μηδὲ εἰπεῖν ἔχειν, ἐφ᾽ ὅτῳ ποτὲ ἐς τὴν Κρήτην ἔπλευσεν, οὕτω μόνον τὰ ἐκ πρῴρας βλέπει. ὅρα καὶ τὴν Ἀριάδνην, μᾶλλον δὲ τὸν ὕπνον: γυμνὰ μὲν ἐς ὀμφαλὸν τὰ στέρνα ταῦτα, δέρη δὲ ὑπτία καὶ ἁπαλὴ φάρυγξ, μασχάλη δὲ δεξιὰ φανερὰ πᾶσα, δὲ ἑτέρα χεὶρ ἐπίκειται τῇ χλαίνῃ, μὴ αἰσχύνῃ τι ἄνεμος. οἷον, Διόνυσε, καὶ ὡς ἡδὺ τὸ ἆσθμα. εἰ δὲ μήλων βοτρύων ἀπόζει, φιλήσας ἐρεῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: