previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ΘΕΙΟΔΑΜΑΣ.

κδ. τραχὺς οὗτος καί, νὴ Δί᾽, ἐν τραχείᾳ τῇ γῇ, Ῥόδος γὰρ αὕτη νῆσος, ἧς τὸ τραχύτατον Λίνδιοι, γῆ σταφίδα μὲν καὶ σῦκα ἀγαθὴ δοῦναι, ἀρόσαι δὲ οὐκ εὐδαίμων καὶ ἁμαξεῦσαι ἄπορος. δὲ στρυφνὸς καὶ ἐν ὠμῷ τῷ γήρᾳ γεωργὸς νοείσθω, Θειοδάμαντα τὸν Λίνδιον εἴ που ἀκούσας ἔχεις. ἀλλὰ τοῦ θράσους: ὀργίζεται τῷ Ἡρακλεῖ Θειοδάμας, ὅτι ἀροῦντι αὐτῷ ἐπιστὰς ἀποσφάττει τὸν ἕτερον τῶν βοῶν καὶ σιτεῖται σφόδρα ἐθὰς ὢν τοῦ τοιούτου σιτίου. Ἡρακλεῖ γάρ που παρὰ Πινδάρῳ ἐνέτυχες, ὁπότε ἐς τὴν τοῦ Κορωνοῦ στέγην ἀφικόμενος σιτεῖται βοῦν ὅλον, ὡς μηδὲ τὰ ὀστέα περιττὰ ἡγεῖσθαι, Θειοδάμαντι δὲ περὶ βουλυτὸν ἐπιφοιτήσας καὶ πῦρ κομισάμενοςἀγαθοὶ δὲ ἐμπυρεύσασθαι καὶ οἱ λίθοιἀπανθρακίζει τὸν βοῦν ἀποπειρώμενος τῶν σαρκῶν, εἰ μαλάττονται ἤδη, καὶ μονονουχὶ ἐγκαλῶν ὡς βραδεῖ τῷ πυρί. τὰ δὲ τῆς γραφῆς οἷα μηδὲ τὸ εἶδος παρεωρακέναι τῆς γῆς, ὅπου γάρ τι καὶ μικρὸν ἑαυτῆς ἀρόσαι παραδέδωκεν γῆ, ἔοικεν, εἰ συνίημι, οὐδὲ ἀπορεῖν. δὲ Ἡρακλῆς τὸ μὲν ἐρρωμένον τῆς διανοίας ἐπὶ τὸν βοῦν ἔχει, τὸ δὲ ῥᾴθυμον αὐτῆς ταῖς τοῦ Θειοδάμαντος [p. 379] ἀραῖς δέδωκεν, ὅσον τὴν παρειὰν ἀνεῖσθαι, γεωργὸς δὲ λίθοις ἐπὶ τὸν Ἡρακλέα. καὶ τρόπος τῆς στολῆς Δώριος, αὐχμός τε ῾περἰ τῇ κόμῃ καὶ περὶ τῷ μετώπῳ πίνος, καὶ ἐπιγουνὶς καὶ βραχίων, οἵους φιλτάτη γῆ τοὺς ἑαυτῆς ἀθλητὰς ἀποτελεῖ. τοῦτο τοῦ Ἡρακλέους τὸ ἔργον καὶ Θειοδάμας οὗτος σεμνὸς παρὰ Λινδίοις, ὅθεν βοῦς μὲν ἀρότης Ἡρακλεῖ θύεται, κατάρχονται δὲ ἐπαρώμενοι, ὅσα, οἶμαι, γεωργὸς τότε, χαίρει δὲ Ἡρακλῆς καὶ Λινδίοις δίδωσι καταρωμένοις τἀγαθά.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: