previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ΕΥΑΔΝΗ.

λ. πυρὰ καὶ τὰ ἐς αὐτὴν ἐσφαγμένα καὶ ἀποκείμενος ἐπὶ τῇ πυρᾷ μείζων ἀνθρώπου δόξαι νεκρὸς γυνή τε σφοδρὸν οὕτω πήδημα ἐς τὸ πῦρ αἴρουσα ἐπὶ τοιοῖσδε, παῖ, γέγραπται: τὸν Καπανέα οἱ προσήκοντες θάπτουσιν ἐν τῷ Ἄργει, ἀπέθανε δὲ ἄρα ἐν Θήβαις ὑπὸ τοῦ Διὸς ἐπιβεβηκὼς ἤδη τοῦ τείχους. ποιητῶν γάρ που ἤκουσας, ὡς κομπάσας τι ἐς τὸν Δία κεραυνῷ ἐβλήθη καὶ πρὶν ἐς τὴν γῆν πεσεῖν, ἀπέθανεν, ὅτε δὴ καὶ οἱ λοχαγοὶ οἱ λοιποὶ ὑπὸ τῇ Καδμείᾳ ἔπεσον. νικησάντων [p. 385] δ᾽ Ἀθηναίων ταφῆναι σφᾶς πρόκειται Καπανεὺς τὰ μὲν ἄλλα ἔχων ὥσπερ Τυδεὺς καὶ Ἱππομέδων καὶ οἱ ἄλλοι, τουτὶ δὲ ὑπὲρ πάντας λοχαγούς τε καὶ βασιλέας: Εὐάδνη γὰρ γυνὴ ἀποθανεῖν ἐπ᾽ αὐτῷ ὥρμηκεν οὔτε ξίφος τι ἐπὶ τὴν δέρην ἕλκουσα οὔτε βρόχου τινὸς ἑαυτὴν ἀπαρτῶσα, οἷα ἠσπάσαντο γυναῖκες ἐπ᾽ ἀνδράσιν, ἀλλ᾽ ἐς αὐτὸ τὸ πῦρ ἵεται οὔπω τὸν ἄνδρα ἔχειν ἡγούμενον, εἰ μὴ καὶ αὐτὴν ἔχοι. τὸ μὲν δὴ ἐντάφιον τῷ Καπανεῖ τοιοῦτον, γυνὴ δέ, καθάπερ οἱ ἐς τὰ ἱερὰ στεφάνους τε καὶ χρυσὸν ἐξασκοῦντες, ὡς φαιδρὰ θύοιτο καὶ ἐς χάριν τοῖς θεοῖς, οὕτως ἑαυτὴν στείλασα καὶ οὐδὲ ἐλεεινὸν βλέπουσα πηδᾷ ἐς τὸ πῦρ καλοῦσα, οἶμαι, τὸν ἄνδρα, καὶ γὰρ βοώσῃ ἔοικεν, δοκεῖ δ᾽ ἄν μοι καὶ τὴν κεφαλὴν ὑποσχεῖν τῷ σκηπτῷ ὑπὲρ τοῦ Καπανέως. οἱ δὲ Ἔρωτες ἑαυτῶν ποιούμενοι ταῦτα τὴν πυρὰν ἀπὸ τῶν λαμπαδίων ἅπτουσι καὶ τὸ πῦρ οὔ φασι χραίνειν, ἀλλ᾽ ἡδίονί τε καὶ καθαρωτέρῳ χρήσεσθαι θάψαντες αὐτῷ τοὺς καλῶς χρησαμένους τῷ ἐρᾶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: