previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ΠΑΣΙΦΑΗ.

ις. Πασιφάη τοῦ ταύρου ἐρᾷ καὶ ἱκετεύει τὸν Δαίδαλον σοφίσασθαί τινα πειθὼ τοῦ θηρίου, δὲ ἐργάζεται βοῦν κοίλην παραπλησίαν ἀγελαίᾳ βοὶ τοῦ ταύρου ἐθάδι. καὶ ἥτις μὲν εὐνὴ σφῶν ἐγένετο, δηλοῖ τὸ τοῦ Μινωταύρου εἶδος, ἀτόπως συντελεσθὲν τῇ φύσει, γέγραπται δὲ οὐχ εὐνὴ νῦν, ἀλλ᾽ ἐργαστήριον μὲν τοῦτο πεποίηται τῷ Δαιδάλῳ, περιέστηκε δὲ αὐτὸν ἀγάλματα τὰ μὲν ἐν μορφαῖς, τὰ δὲ ἐν τῷ διορθοῦσθαι, διαβεβηκότα ἤδη καὶ ἐν ἐπαγγελίᾳ τοῦ βαδίζειν, τοῦτο δὲ ἄρα [p. 318] πρὸ Δαιδάλου ἀγαλματοποιία οὔπω ἐς νοῦν ἐβέβλητο. αὐτὸς δὲ Δαίδαλος ἀττικίζει μὲν καὶ τὸ εἶδος ὑπέρσοφόν τι καὶ ἔννουν βλέπων, ἀττικίζει δὲ καὶ αὐτὸ τὸ σχῆμα, φαιὸν γὰρ τρίβωνα τοῦτον ἀμπέχεται προσγεγραμμένης αὐτῷ καὶ ἀνυποδησίας, μάλιστα δὴ οἱ Ἀττικοὶ κοσμοῦνται. κάθηται δὲ ἐφ᾽ ἁρμονίᾳ τῆς βοὸς καὶ τοὺς Ἔρωτας ξυνεργοὺς ποιεῖται τοῦ μηχανήματος, ὡς Ἀφροδίτης τι αὐτῷ ἐπιδέον. ἐναργεῖς μὲν τῶν Ἐρώτων καὶ οἱ τὸ τρύπανον, παῖ, στρέφοντες, καί, νὴ Δί᾽, οἱ τῷ σκεπάρνῳ λεαίνοντες τὰ μήπω ἠκριβωμένα τῆς βοὸς καὶ οἱ σταθμώμενοι τὴν ξυμμετρίαν, ἐφ᾽ ἧς δημιουργία βαίνει, οἱ δὲ ἐπὶ τοῦ πρίονος ἔννοιάν τε ὑπερβεβλήκασι πᾶσαν καὶ σοφίαν, ὁπόση χειρός τε καὶ χρωμάτων. σκόπει γάρ: πρίων ἐμβέβληται τῷ ξύλῳ καὶ διῆκται αὐτοῦ ἤδη, διάγουσι δὲ αὐτὸν οὗτοι οἱ Ἔρωτες : μὲν ἐκ τῆς γῆς, δ᾽ ἀπὸ μηχανῆς ὀρθουμένω τε καὶ προνεύοντε. τουτὶ δὲ ἐναλλὰξ ἡγώμεθα, μὲν γὰρ νένευκεν ὡς ἀναστησόμενος, δὲ ἀνέστηκεν ὡς νεύσων, καὶ μὲν ἀπὸ τῆς γῆς ἐπὶ τὀ στέρνον ἀναπέμπει τὸ ἆσθμα, δ᾽ ἀπὸ τοῦ μετεώρου καὶ τὴν γαστέρα πίμπλαται κάτω συνερείδων τὼ χεῖρε. Πασιφάη δὲ ἔξω περὶ τὰ βουκόλια περιαθρεῖ τὸν ταῦρον, οἰομένη προσάξεσθαι αὐτὸν τῷ εἴδει καὶ τῇ στολῇ θεῖόν τι ἀπολαμπούσῃ καὶ ὑπὲρ πᾶσαν ἶριν, βλέπει τε ἀμήχανον, καὶ γὰρ γιγνώσκει, ὁποίων ἐρᾷ, καὶ περιβάλλειν τὸ θηρίον ὥρμηκεν, δὲ τῆς μὲν οὐδὲν ξυνίησι, βλέπει δὲ τὴν ἑαυτοῦ βοῦν, γέγραπται δὲ μὲν ταῦρος ἀγέρωχός τε καὶ ἡγεμὼν τῆς ἀγέλης, εὔκερώς τε καὶ λευκὸς καὶ βεβηκὼς καὶ βαθὺς τὴν φάρυγγα καὶ πίων τὸν αὐχένα καὶ ἱλαρὸν βλέπων ἐς τὴν βοῦν, δὲ ἀγελαία τε [p. 319] καὶ ἄνετος καὶ λευκὴ πᾶσα ἐπὶ μελαίνῃ τῇ κεφαλῇ, ἀπαξιοῖ δὲ τὸν ταῦρον, σκίρτημα γὰρ ὑποφαίνει κόρης δή τινος ὑποφευγούσης ἐραστοῦ ὕβριν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: