previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ΔΩΔΩΝΗ.

λγ. μὲν χρυσῆ πέλεια ἔτ᾽ ἐπὶ τῆς δρυὸς ἐν λογίοις σοφὴ καὶ χρησμοί, οὓς ἐκ Διὸς ἀναφθέγγεται, κεῖται δ᾽ οὗτος πέλεκυς, ὃν μεθῆκεν Ἑλλὸς [p. 388] δρυτόμος, ἀφ᾽ οὗ κατὰ Δωδώνην οἱ Ἑλλοί, στέμματα δ᾽ ἀνῆπται τῆς δρυός, ἐπειδή, καθάπερ Πυθοῖ τρίπους, χρησμοὺς ἐκφέρει. φοιτᾷ δ᾽ μὲν ἐρέσθαι τι αὐτήν, δὲ θῦσαι, καὶ χορὸς οὑτοσὶ ἐκ Θηβῶν περιεστᾶσι τὴν δρῦν οἰκειούμενοι τὴν σοφίαν τοῦ δένδρου, οἶμαι δὲ καὶ τὴν χρυσῆν ὄρνιν ἐκεῖ παλευθῆναι. οἱ δ᾽ ὑποφῆται τοῦ Διός, οὓς ἀνιπτόποδάς τε καὶ χαμαιεύνας ἔγνω Ὅμηρος, αὐτοσχέδιοί τινές εἰσι καὶ οὔπω κατεσκευασμένοι τὸν βίον, φασὶ δὲ μηδ᾽ ἂν κατασκευάσασθαι, τὸν γὰρ Δία χαίρειν σφίσιν, ἐπειδὴ ἀσπάζονται τὸ αὐτόθεν: ἱερεῖς γὰρ οὗτοι καὶ μὲν τοῦ ἐρέψαι κύριος, δὲ τοῦ κατεύξασθαι, τὸν δὲ πόπανα χρὴ τάττειν, τὸν δὲ ἐς οὐλὰς καὶ κανᾶ, δὲ θύει τι, δ᾽ οὐ παρήσει ἑτέρῳ δεῖραι τὸ ἱερεῖον. ἐνταῦθα δὲ ἱέρειαι Δωδωνίδες ἐν στρυφνῷ τε καὶ ἱερῷ τῷ εἴδει, ἐοίκασι γὰρ θυμιαμάτων τε ἀναπνεῖν καὶ σπονδῶν. καὶ τὸ χωρίον δὲ αὐτὸ θυῶδες, παῖ, γέγραπται καὶ ὀμφῆς μεστὸν χαλκῆ τε Ἠχὼ ἐν αὐτῷ τετίμηται, ἥν, οἶμαι, ὁρᾷς ἐπιβάλλουσαν τὴν χεῖρα τῷ στόματι, ἐπειδὴ χαλκεῖον ἀνέκειτο τῷ Διὶ κατὰ Δωδώνην ἠχοῦν ἐς πολὺ τῆς ἡμέρας καὶ μέχρι λάβοιτό τις αὐτοῦ, μὴ σιωπῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: