previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ΦΟΡΒΑΣ.

ιθ. μὲν ποταμός, παῖ, Κηφισὸς Βοιώτιός τε καὶ οὐ τῶν ἀμούσων, σκηνοῦσι δ᾽ ἐπ᾽ αὐτῷ Φλεγύαι βάρβαροι πόλις οὔπω ὄντες. οἱ δὲ πυκτεύοντες τόν τε Ἀπόλλω, οἶμαι, ὁρᾷς, δ᾽ αὖ Φόρβας ἐστίν, ὃν ἐστήσαντο οἱ Φλεγύαι βασιλέα, ἐπειδὴ μέγας παρὰ πάντας οὗτος καὶ ὠμότατος τοῦ ἔθνους. πυκτεύει δὲ Ἀπόλλων πρὸς αὐτὸν ὑπὲρ τῶν παρόδων, τὴν γὰρ εὐθὺ Φωκέων τε καὶ Δελφῶν κατασχὼν ὁδὸν οὔτε θύει Πυθοῖ οὐδεὶς ἔτι οὔτε παιᾶνας ἀπάγει τῷ θεῷ χρησμοί τε καὶ λόγια καὶ ὀμφαὶ τρίποδος ἐκλέλειπται πάντα. λῃστεύει δὲ τῶν ἄλλων Φλεγυῶν ἀποτάξας ἑαυτόν, τὴν γὰρ δρῦν, παῖ, ταύτην οἶκον πεποίηται καὶ παρ᾽ αὐτὸν φοιτῶσιν οἱ Φλεγύαι δικασόμενοι δήπου ἐν τοῖς βασιλείοις τούτοις. τοὺς δὲ βαδίζοντας ἐς τὸ ἱερὸν λαμβάνων γέροντας μὲν καὶ παῖδας ἐς τὸ κοινὸν τῶν Φλεγυῶν πέμπει ληίζεσθαί τε καὶ ἀποινᾶν, τοῖς δὲ ἐρρωμενεστέροις ἀνταποδύεται καὶ τοὺς μὲν καταπαλαίει, τοὺς δὲ ὑπερτρέχει, τοὺς δὲ παγκρατίῳ αἱρεῖ καὶ ὑπερβολαῖς δίσκων κεφαλάς τε ἀποκόπτων ἀνάπτει τῆς δρυὸς καὶ ὑπὸ τούτῳ ζῇ τῷ λύθρῳ, αἱ δ᾽ ἀπήρτηνται τῶν πτόρθων μυδῶσαι καὶ τὰς μὲν αὔους ὁρᾷς, τὰς δὲ προσφάτους, αἱ δὲ ἐς κρανία περιήκουσι, σεσήρασι [p. 372] δὲ καὶ ὀλολύζειν ἐοίκασιν ἐσπνέοντος αὐτὰς τοῦ ἀνέμου. φρονοῦντι δὲ αὐτῷ ταῖς Ὀλυμπιάσι ταύταις ἥκει Ἀπόλλων εἰκάσας ἑαυτὸν μειρακίῳ πύκτῃ, καὶ τὸ μὲν τοῦ θεοῦ εἶδος, ἀκειρεκόμης, παῖ, γέγραπται καὶ τὰς χαίτας ἀνειληφώς, ἵνα εὐζώνῳ τῇ κεφαλῇ πυκτεύῃ, ἀκτῖνες δὲ ἀπανίστανται ἀπὸ τοῦ μετώπου καὶ μειδίαμα θυμῷ ξυγκεκραμένον παρειὰ πέμπει βολαί τε ὀφθαλμῶν εὔσκοποι καὶ ξυνεξαίρουσαι ταῖς χερσίν: αἱ δὲ ἐνήψαντο τοὺς ἱμάντας ἡδίους, εἰ στέφανοι περὶ αὐταῖς ἦσαν. πεπύκτευται δὲ αὐτὸν ἤδη, τὸ γὰρ ἐμβεβληκὸς τῆς δεξιᾶς ἐνεργὸν ἔτι δηλοῖ τὴν χεῖρα καὶ οὔπω καταλύουσαν τὸ σχῆμα, ᾕρηκεν, Φλεγύας δὲ κεῖται ἤδη καὶ ὁπόσον μὲν ἐπέχει τῆς γῆς, ποιητὴς ἐρεῖ, κεχώρηκε δὲ ἐς κρόταφον αὐτῷ τὸ τραῦμα καὶ τὸ αἷμα ὥσπερ ἐκ πηγῆς ἐκδίδοται. γέγραπται δὲ ὠμὸς καὶ συώδης τὸ εἶδος, οἷος σιτεῖσθαι μᾶλλον τοὺς ξένους κτείνειν. τὸ δὲ ἐξ οὐρανοῦ πῦρ σκηπτὸς ἐπὶ τὴν δρῦν φέρεται συμφλέξων τὸ δένδρον, οὐ μὴν ἐξαιρήσων γε τὴν ἐπ᾽ αὐτῷ μνήμην, τὸ γὰρ χωρίον, ἐν ταῦτα, Δρυός, παῖ, κεφαλαὶ ἔτι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: