previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ΠΑΝ.

ια. τὸν Πᾶνα αἱ Νύμφαι πονηρῶς φασὶν ὀρχεῖσθαι καὶ ἐκπηδᾶν τοῦ προσήκοντος ἐξαίροντα καὶ ἀναθρώσκοντα κατὰ τοὺς ἀγερώχους τῶν τράγων, αὐταὶ δ᾽ ἂν μεταδιδάξαιεν αὐτὸν ἑτέραν ὄρχησιν ἡδίω τῷ ἤθει, προσέχοντι δ᾽ αὐταῖς οὐδέν, ἀλλὰ πειρῶντι αὐτὰς καὶ ἁπτομένῳ τῶν κόλπων ἐπιτίθενται κατὰ μεσημβρίαν, ὅτε δὴ λέγεται καθεύδειν Πὰν ἐκλελοιπὼς τὴν θήραν. ἐκάθευδε δ᾽ ἄρα πρότερον μὲν ἀνειμένος τε καὶ πρᾷος τὴν ῥῖνα καὶ τὸ ἐπίχολον αὐτῆς λεαίνων τῷ ὕπνῳ, τήμερον δὲ ὑπερχολᾷ, προσπεσοῦσαι γὰρ αὐτῷ αἱ Νύμφαι περιῆκται μὲν ἤδη τὼ χεῖρε Πάν, δέδιε δὲ ἐπὶ τοῖς σκέλεσιν, ἐπειδὴ βούλονται αἱρεῖν αὐτά. τὸ δὲ δὴ γένειον, οὗ πλεῖστος αὐτῷ λόγος, ἐξύρηται μαχαιρίδων ἐσβεβληκυιῶν ἐς αὐτό, φασὶ δὲ καὶ τὴν Ἠχὼ ἀναπείσειν ὑπερορᾶν τε αὐτοῦ καὶ μηδὲ φθέγγεσθαι πρὸς αὐτὸν ἔτι. ταῦτα αἱ Νύμφαι πανσυδί, σὺ δὲ κατὰ δήμους αὐτὰς ὅρα: τὰ μὲν γὰρ τῶν Ναίδων εἴδη ῥανίδας ἀπορραίνουσιν αὗται τῆς κόμης, δὲ περὶ ταῖς βουκόλοις αὐχμὸς οὐδὲν φαυλότερος τῆς δρόσου, αἱ δὲ ἀνθοῦσαι τὰς χαίτας ἐκπεφύκασιν ὑακινθίνοις ὁμοίως ἄνθεσιν. [p. 358]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: