Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ιγ.
αἱ τοῦ πελάγους ἀνεστηκυῖαι πέτραι καὶ ἡ
[p. 359]
ζέουσα περὶ αὐτὰς θάλαττα ἥρως τε δεινὸν βλέπων
ἐπὶ τῶν πετρῶν καί τι καὶ φρονήματος ἔχων ἐπὶ τὴν
θάλατταν ὁ Λοκρὸς Αἴας βέβληται μὲν τὴν ἑαυτοῦ
ναῦν,
ἐμπύρου δὲ αὐτῆς ἀποπηδήσας ὁμόσε κεχώρηκε
τοῖς κύμασι,
τῶν μὲν διεκπαίων,
τὰ δὲ ἐπισπώμενος,
τὰ δὲ ἐπαντλῶν τῷ στέρνῳ,
Γυραῖς δ᾽
ἐντυχών,
αἱ δὲ Γυραὶ πέτραι εἰσὶν ὑπερφαίνουσαι
τοῦ Αἰγαίου κόλπου,
λόγους ὑπέρφρονας λέγει κατὰ
τῶν θεῶν αὐχῶν,
ἐφ᾽ οἷς ὁ Ποσειδῶν αὐτὸς ἐπὶ
τὰς Γυρὰς στέλλεται φοβερός,
ὦ παῖ,
καὶ χειμῶνος
πλέως καὶ τὰς χαίτας ἐξηρμένος.
καίτοι ποτὲ καὶ
συνεμάχει τῷ Λοκρῷ κατὰ τὸ Ἴλιον,
σωφρονοῦντι
δὲ καὶ φειδομένῳ τῶν θεῶν,
καὶ ἐρρώννυ αὐτὸν τῷ
σκήπτρῳ,
νῦν δ᾽,
ἐπειδὴ ὑβρίζοντα ὁρᾷ,
τὴν τρίαιναν
ἐπ᾽ αὐτὸν φέρει καὶ πεπλήξεται ὁ αὐχὴν τῆς
πέτρας ὁ ἀνέχων τὸν Αἴαντα,
ὡς ἀποσείσαιτο αὐτὸν
αὐτῇ ὕβρει.
ὁ μὲν δὴ λόγος τῆς γραφῆς οὗτος,
τὸ
δὲ ἐναργές:
λευκὴ μὲν ὑπὸ κυμάτων ἡ θάλαττα,
σπιλάδες δ᾽ αἱ πέτραι διὰ τὸ ἀεὶ ῥαίνεσθαι,
πῦρ δὲ
ἐκ μέσης ᾄττει τῆς νεώς,
ἐς ὃ ἐμπνέων ὁ ἄνεμος
πλεῖ ἡ ναῦς ἔτι καθάπερ ἱστίῳ χρωμένη τῷ πυρί,
ὁ δὲ Αἴας οἷον ἐκ μέθης ἀναφέρων περιαθρεῖ τὸ
πέλαγος οὔτε ναῦν ὁρῶν οὔτε γῆν,
καὶ οὐδὲ τὸν
Ποσειδῶ προσιόντα δέδοικεν,
ἀλλ᾽ ἔοικε διατεινομένῳ
ἔτι,
οὔπω γὰρ τοὺς βραχίονας ἡ ῥώμη ἀπολέλοιπεν,
ὁ αὐχήν τε ἀνέστηκεν οἷον ἐπὶ Ἕκτορα καὶ
Τρῶας.
ὁ μὲν δὴ Ποσειδῶν ἐμβαλὼν τὴν τρίαιναν
ἀπαράξει τὸ τρύφος αὐτῷ Αἴαντι τῆς πέτρας,
αἱ δὲ
Γυραὶ αἱ λοιπαὶ μενοῦσί τε,
ἐς ὅσον θάλαττα,
καὶ
ἄσυλοι ἑστήξουσι τῷ Ποσειδῶνι.
[p. 360]