Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
Ὁ δὲ Λακωνικὸς ἐξελιγμὸς τὸν ἐναντίον τούτῳ
[p. 304]
μεταλαμβάνει τόπον: μεταβάλλει γὰρ ἕκαστος
ἐπ̓ οὐράν, μένοντος τοῦ οὐραγοῦντος ζυγοῦ οἷον
τοῦ λμνξο: τὰ γὰρ λοιπά, τό τε ζηθικ καὶ τὸ
αβγδε μεθίσταται ἐφ̓ ἑκάτερα ... τοῦ οὐραγοῦντος,
διχῶς δῆλον ὅτι, ἤτοι κατὰ στοῖχον
ἢ κατὰ ζυγόν, καὶ θέσιν ἔχει τὸ μὲν ζηθικ τὴν
τοῦ ΖΗΘΙΚ, τὸ δὲ αβγδε τὴν τοῦ ΑΒΓΔΕ.
τοῦτο δὴ ποιῶν ὁ Λακωνικὸς ἐξελιγμὸς τὴν ἐναντίαν
κατὰ τὸν Μακεδονικὸν τοῖς πολεμίοις παρέχεται
δόξαν: ἐφορμᾶν γὰρ καὶ ἐπιέναι δόξειεν ἂν ὄπιθεν
παραφανεῖσιν, ὥστε καταπλῆξαι αὐτοὺς καὶ δειλίαν
ἐκ τοῦδε γενέσθαι.