This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Περὶ ἁρμάτων
Τῶν δὲ ἁρμάτων καὶ ἐλεφάντων εἰ καὶ τὴν
χρῆσιν σπανίζουσαν εὑρίσκομεν, ἀλλ̓ ὁμῶς πρὸς
τὸ τέλειον τῆς γραφῆς τὰς ὀνομασίας ἐκθησόμεθα.
καλουσι τοίνον τὰ μὲν δύο ἅρματα ζυγαρχίαν, τὰς
δὲ δύο ζυγαρχίας συζυγίαν, δύο δὲ συζυγίας
ἐπισυζυγίαν, δύο δὲ ἐπισυζυγίας ἁρματαρχίαν,
καὶ τὸ ἐκ τῶν ἁρματαρχιῶν κέρας, οὗ τὸ διπλάσιον
φάλαγγα. πλείοσι δὲ φάλαγξι ἁρμάτων
χρώμενον ἔξεστι ταῖς αὐταῖς ὀνομασίαις συγκεχρῆσθαι.
ἔστι δὲ τῶν ἁρμάτων τὰ μὲν ψιλά,
τὰ δὲ δρεπανηφόρα κατὰ τοὺς ἄξονας.