Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[20]
Ἀποκαταστῆσαι δὲ ὅτ̓ ἂν βουλώμεθα ἐπὶ τὰ
ἐξ ἀρχῆς, παραγγελοῦμεν ἐξελίσσειν τοὺς μετατεταγμένους
εἰς οὓς προεῖχον τόπους. ἔνιοι δὲ
τοὺς τοιούτους διπλασιασμοὺς ἀποδοκιμάζουσιν
καὶ μάλιστα ἐγγὺς ὄντων τῶν πολεμίων, ἐφ̓
ἑκάτερα δὲ τῶν κεράτων τοὺς ψιλοὺς καὶ τοὺς
ἱππέας ἐπεκτείνοντες τὴν ὄψιν τοῦ διπλασιασμοῦ
χωρὶς ταραχῆς τῆς φάλαγγος ἀποδιδόασιν.