This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
Δοκεῖ δὲ τὸ τετράπηχυ κατὰ φύσιν εἶναι, ὅθεν
οὐδὲ κεῖται ἐπ̓ αὐτῷ ὄνομα: ἀναγκαῖον δὲ τὸ
δίπηχυ καὶ ἔτι μᾶλλον τὸ πηχυαῖον. τούτων
δὲ τὸ μὲν δίπηχυ κατὰ πύκνωσιν, ἔφην, ἐπωνόμασται,
τὸ δὲ πηχυαῖον κατὰ συνασπισμόν.
γίνεται δὲ ἡ μὲν πύκνωσις, ὅτ̓ ἂν ἡμεῖς τοῖς πολεμίοις
τὴν φάλαγγα ἐπάγωμεν, ὁ δὲ συνασπισμός,
ὅτ̓ ἂν οἱ πολέμιοι ἡμῖν ἐπάγωνται.