previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[8] Ἐπεὶ δὲ συνέβη ζυγεῖν μέν, οὐ στοιχεῖν δέ, τοῦτο ἡμῶν φροντιζόντων, στοιχεῖν λέγεται εἴ γε μόνως ἐν τῇ τάξει φροντίζομεν πρώτου τοῦ κατὰ τὸν ἰλάρχην τε καὶ οὐραγὸν στίχου, οἷον τοῦ αωπδπωα καὶ τῶν ἐφ̓ ἑκάτερα, οἷον υκκυ καὶ φλλφ, ἔπειτα τῶν μετὰ τούσδε, οἷον τοῦ τε ψογοψ καὶ τοῦ ς2ρερς, εἶτα τῶν ἐφεξῆς, τοῦτ̓ ἔστι τοῦ τε τιιτ καὶ τοῦ χμμχ, καὶ τῶν μετὰ τούτους ξβξ καὶ σζς, καὶ ἔτι τῶν παρὰ τούτους τοῦ τε θθ καὶ τοῦ νν καὶ τελευταίων τῶν κατὰ τοὺς πλαγιοφύλακες, καὶ οὐδὲν μὲν διοίσει κατὰ τὴν θέσιν τοῦ ζυγοῦντος μέν, μὴ στοιχοῦντος δέ, τῇ δ̓ ἡμετέρᾳ λήψει τῆς τάξεως καὶ τῇ φροντίδι στοιχήσει μέν, δἰ ὅτι οἱ τεταγμένοι κατὰ στοῖχον ἀλλήλους συνέχουσιν, οὐ ζυγήσει δέ, ὅτι πρῶτος τοῦ πρώτου στοίχου, οἷον α, τῷ τοῦ δευτέρου πρώτῳ, οἷον τῷ, οὐκ ἐπ̓ εὐθείας ἐστὶν κατὰ τὸ ζυγεῖν.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: