Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[16]
Γίνονται δὲ κατὰ ζυγὸν ἐξελιγμοί, ὅτ̓ ἂν τὰ
κέρατα μεθίστηται τῶν ἀποτομῶν: διὰ ταῦτα
γὰρ ἰσχυρὰ ποιεῖται τὰ μέσα τῆς φάλαγγος.
ἐνίοτε δὲ κατὰ ἀποτομὰς οὐκ ἐγχωρεῖ τοὺς
ἐξελιγμοὺς ποιήσασθαι, ὅτ̓ ἂν ἐγγὺς ὦσιν οἱ
πολέμιοι, ἀλλὰ κατὰ σύνταγμα, ὥστε τὸ τοῦ
συντάγματος δεξιὸν ἀντιμεταλαμβάνειν τὰ λαιὰ καὶ ἀνάπαλιν.
[p. 308]