This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
Τῶν δὲ κατ̓ ἐπαγωγὴν πορευομένων ποιεῖν
ἔστιν ὄρθια ἑτεροστόμως μόνον, ὥστε τὸ μὲν
ἔχει δεξιόν, τὸ δὲ λαιὸν στόμα: οὐ γὰρ οἷόν τε
ἐπὶ τὰ αὐτὰ ἔχειν ἄμφω, οὐδὲν γὰρ διοίσει τῆς
ὅλης τὰ κέρατα, δἰ ὃ καὶ τὰ πλάγια οὕτως μόνον
συζευχθήσονται: κατ̓ ἐπαγωγὴν γὰρ τὰ πλάγια
[p. 318]
ἢ ὁμοιοστόμως συντεθήσονται ἢ ἀμφιστόμως:
τοῖς γὰρ οὐραγοῖς τοῦ ἡγουμένου τοτὲ μὲν οἱ
λοχαγοί, τοτὲ δὲ οἱ οὐραγοὶ τοῦ ἑπομένου μεταταγήσονται.