This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
Πλὴν ἔδοξε τὸ ῥομβοειδὲς ἀναγκαιότερον εἶναι
πρὸς τὰς μεταγωγὰς διὰ τὴν πρὸς ἡγεμόνα νεῦσιν,
καὶ δἰ ὅτι ὁμοίως τῷ τετραγώνῳ καὶ ζυγεῖν
δύναται καὶ στοιχεῖν, ὅθεν οἱ μὲν οὕτως αὐτὸ
συνέταξαν, ὥστε φροντίσαι τοῦ συναμφοτέρου,
ὅπως ἂν καὶ ζυγῇ καὶ στοιχῇ, οἱ δὲ οὔτε τοῦ
ζυγεῖν οὔτε τοῦ στοιχεῖν ἐφρόντισαν, ἔνιοι δὲ τοῦ
ζυγεῖν, οὐ μέντοι τοῦ στοιχεῖν, ἔνιοι δὲ ἀνάπαλιν.