previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[15] Κρητικὸς δὲ καὶ Περσικὸς καλούμενος μέσος ἐστὶν ἀμφοῖν: οὐ γὰρ τὸν ὄπιθεν τῆς φάλαγγος μεταλαμβάνει τόπον, ὡς Μακεδονικός, οὔτε τὸν ἔμπροσθεν, ὡς Λακωνικός, ἀλλ̓ ἐπὶ τοῦ

αὐτοῦ χωρίου μὲν λοχαγὸς τοῦ οὐραγοῦ τὸν τόπον μεταλαμβάνει καὶ οἱ κατὰ τὸ ἑξῆς ἐπιστάται [p. 306] καὶ πρωτοστάται καὶ ... παραπορευόμενοι κἀνταῦθα διχῶς κατὰ λόχον κατὰ ζυγόν, ἄχρις ἂν οὐραγὸς τὸν τοῦ λοχαγοῦ τόπον ἀντιμεταλάβῃ, οἷον λοχαγοῦντος τοῦ αβγδε καὶ ἑξῆς ἐπιστατοῦντος τοῦ ζηθικ καὶ ἐφ̓ ἑξῆς τοῦ λμνξο, καὶ μετὰ τοῦτο τοῦ πρστυἔστω δὲ τοῦτο οὐραγοῦνὅτ̓ ἂν τὸ μὲν αβγδε τὸν τοῦ πρστυ τόπον μεταλαμβάνῃ, τὸ δὲ ζηθικ τὸν τοῦ λμνξο, τὸ δὲ λμνξο τὸν τοῦ ζηθικ, τὸ δὲ πρστυ τὸν τοῦ αβγδε. οὕτω γὰρ ἐξελιγμὸς οὐκ ἀποστήσει τοῦ αὐτοῦ χωρίου τὴν φάλαγγα, ὅπερ ἡμῖν ἔσται χρήσιμον, ὁπότ̓ ἂν ὦσιν οἱ ἑκατέρωθεν τόποι φαυλότεροι.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: