previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Περὶ τῶν κατὰ τὴν κίνησιν ὀνομασιῶν Τὰ μὲν οὖν εἴδη τῆς τελείας δυνάμεως καὶ τὰ ὀνόματα τῶν ἐν αὐτῇ ταγμάτων εἴρηται: ἑξῆς δὲ περὶ τῶν ὀνομάτων ἀκόλουθον λέγειν, οἷς χρώμενοι μεταρρυθμίζουσιν οἱ στρατηγοὶ τὰς φάλαγγας: φασὶ γὰρ τὸ μέν τι κλίσιν ἐπὶ δόρυ ἐπ̓ ἀσπίδα, τὸ δὲ μεταβολὴν καὶ ἐπιστροφήν, ἄλλο καὶ ἀναστροφήν, ἕτερον καὶ περισπασμὸν καὶ ἐκπερισπασμόν, ἀποκατάστασίν τε καὶ ἐπικατάστασιν, στοιχεῖν τε καὶ ζυγεῖν καὶ εἰς ὀρθὸν ἀποδοῦναι καὶ ἐξελίσσειν καὶ διπλασιάζειν: φασὶ δέ τι καὶ ἐπαγωγὴν καὶ παραγωγὴν δεξιὰν λαιὰν καὶ πλαγίαν φάλαγγα καὶ ὀρθίαν καὶ λοξήν, καὶ παρεμβολὴν καὶ παρένθεσιν, πρόταξίν τε καὶ [p. 294] ὑπόταξιν καὶ ἐπίταξιν, ὧν ἕκαστον τι σημαίνει, δηλῶσαι διὰ βραχέων πειρασόμεθα. [2] Κλίσις μὲν οὖν ἐστιν κατ̓ ἄνδρα κίνησις, ἐπὶ δόρυ μὲν ἐπὶ δεξιά, ἐπ̓ ἀσπίδα δὲ ἐπ̓ ἀριστερά, ἐπὶ δὲ τῶν ἱπποτῶν ἐφ̓ ἡνίαν: γίνεται δὲ κατὰ τὰς ἐκ πλαγίων ἐφόδους τῶν πολεμίων ἀντιπορίας χάριν ὑπερκεράσεως ὅπερ ἐστὶν ὑπερβαλέσθαι τὸ κέρας τῶν πολεμίων. [3] δὲ δὶς ἐπὶ τὸ αὐτὸ γινομένη κλίσις κατὰ νώτου τὰς τῶν ὁπλιτῶν ὄψεις μετατιθεῖσα καλεῖται μεταβολή, ἧς δύο διαφοραί, μὲν ἀπὸ τῶν πολεμίων, ἣν καὶ ἐπ̓ οὐρὰν ἐπονομάζουσιν, δ̓ ἐπὶ τοὺς πολεμίους ἀπ̓ οὐρᾶς καλουμένη. [4] Ἐπιστροφὴ δέ ἐστιν, ὅτ̓ ἂν πυκνώσαντες ὅλον τὸ σύνταγμα κατὰ λόχον τε καὶ ζυγὸν ὡς ἑνὸς ἀνδρὸς σῶμα κλίνωμεν, ὡς ἂν περὶ κέντρον περὶ τὸν πρῶτον λοχαγόν, εἰ μὲν ἐπὶ δόρυ, τὸν δεξιόν, εἰ δὲ ἐπ̓ ἀσπίδα, τὸν ἀριστερὸν ὅλου τοῦ συντάγματος περιενεχθέντος καὶ μεταλαβόντος τὸν ἔμπροσθεν τόπον καὶ ἐπιφάνειαν, ἐπὶ δόρυ μὲν τὴν ἐκ δεξιῶν, ἐπ̓ ἀσπίδα δὲ τὴν ἐπὶ λαιάν. [5] Οἷον ἔστω σύνταγμα τὸ αβγδ, λοχαγῶν δ̓ ἐν αὐτῷ ζυγὸν τὸ αβ: δῆλον δέ, ὅτι δεξιὸς μὲν ἔσται λοχαγὸς κατὰ τὸ β, λαιὸς δὲ κατὰ τὸ α, [p. 296] καὶ ἐπὶ δόρυ μὲν τὰ κατὰ τὸ β μέρη, ἐπ̓ ἀσπίδα δὲ τὰ κατὰ τὸ α: μένοντος τοίνυν τοῦ β, εἰ ἐπιστρέφομεν ὅλον τὸ αβγδ σύνταγμα ἐπὶ δόρυ, τὸ κατὰ τὴν αβ ζυγὸν μεταστήσεται ἐπὶ τὴν πρὸς ὀρθὰς αὐτῷ θέσιν τὴν βε καὶ ὅλον τὸ βαδγ ἔσται ὡς τὸ βεζη ἐπεστραμμένον ἐπὶ δόρυ καὶ κατειληφὸς τόπον μὲν τὸν ἔμπροσθεν, ἐπιφάνειαν δὲ τὴν δεξιάν. [6] Ἀναστροφὴ δέ ἐστιν ἀποκατάστασις τῆς ἐπιστροφῆς εἰς ὃν προκατεῖχε τὸ σύνταγμα τόπον, οἷον τὸν κατὰ τὸ αβγδ. [7] Περισπασμὸς δέ ἐστιν ἐκ δυεῖν ἐπιστροφῶν τοῦ συντάγματος κίνησις κατὰ τὸ αὐτὸ μέρος ὡς τὸ βθκλ: τῆς μὲν γὰρ πρώτης ἐπιστροφῆς τῆς κατὰ τὸ βεζη ἐπέχει τόπον μὲν τὸν ἔμπροσθεν, ἐπιφάνειαν δὲ τὴν δεξιάν, τῆς δ̓ ἐξ ἀρχῆς θέσεως τῆς αβγδ εἰς τοὐπίσω βλέπει. [8] Ἐκπερισπασμὸς δέ ἐστιν, ὅτ̓ ἂν ἐκ τριῶν ἐπιστροφῶν ἐπὶ τὰ αὐτὰ συνεχῶν κινῆται τὰ συντάγματα εἰς τὸν ὄπιθεν τόπον καὶ τὴν εἰς λαιὸν ἐπιφάνειαν, καθάπερ ἔχει τὸ βμνξ, τοῦ μὲν βθκλ εἰς τοὔμπροσθεν κατὰ τὴν δεξιὰν κείμενον ἐπιφάνειαν, τοῦ δὲ κατὰ τὴν ἐξ ἀρχῆς θέσιν βαδγ εἰς τοὔπισθέν τε μεταπεσὸν καὶ τὴν ἀριστερὰν βλέπον ἐπιφάνειαν. [9] Καὶ φανερόν, ὅτι τὸν ἐκπερισπασμὸν οὐ κατὰ [p. 298] ἀναστροφὴν ἀποκαθιστάνειν προσήκειδεησόμεθα γὰρ τριῶν ἀναστροφῶν, ἵνα ἀποκαταστῇ, τῆς τε ἐπὶ τὸ βθκλ καὶ τῆς ἐπὶ τὸ βεζη καὶ ἔτι τῆς ἐπὶ τὸ βαδγ, —ἀλλὰ κατ̓ ἐπιστροφὴν μίαν τὴν ἐπὶ τὸ δόρυ, δἰ ὅτι τὸ βαδγ τοῦ βμνξ τόπον μὲν ἔχει τὸν ἔμπροσθεν, ἐπιφάνειαν δὲ τὴν ἐκ δεξιῶν. καλεῖται δὲ κατ̓ ἐπιστροφὴν εἰς τὸ ἐξ ἀρχῆς ἀποκατάστασις ἐπικατάστασις. [10] μὲν οὖν πρώτη ἐπιστροφὴ καὶ τρίτη καλουμένη ἐκπερισπασμὸς μοναχῶς ἀποκαθίστανται, μὲν κατὰ ἀναστροφὴν μόνως βεζη, δὲ κατ̓ ἐπιστροφὴν μόνως βμνξ: δὲ δὴ μέση τούτων βθκλ, ἣν καὶ περισπασμὸν καλοῦμεν, διχῶς ἀποκαθίσταται, δἰ ὅτι κατὰ ἀναστροφὴν κίνησις αὐτῆς ἴση ἐστὶ τῇ κατ̓ ἐπιστροφήν: δύο γὰρ ἀναστροφαῖς ἀποκαταστήσεται τῇ τε εἰς τὸ βεζη καὶ τῇ εἰς τὸ βαδγ, καὶ δύο ἐπιστροφαῖς ἐπικαταστήσεται, τῇ τε εἰς τὸ βμνξ καὶ τῇ εἰς τὸ βαδγ. [11] Εἰ δ̓ ἐπ̓ ἀσπίδα ποιοίμεθα τὴν ἐπιστροφήν, τόπον ἐφέξει τὸ σύνταγμα καὶ οὕτω τὸν ἔμπροσθεν, ἐπιφάνειαν δὲ ἐναντίαν τὴν κατ̓ ἀριστεράν: μεταταχθὲν γὰρ τὸ αβγδ περὶ μένοντα τὸν α λοχαγὸν θέσιν ἕξει τὴν αοπρ κατὰ πρώτην ἐπιστροφήν, κατὰ δὲ περισπασμὸν τὴν αστυ, ἐκπερισπασθεῖσα [p. 300] δὲ τὴν αφχψ καὶ ἐπικατασταθεῖσα τὴν αβγδ. δὲ τῶν ἀποκαταστάσεων διαφορὰ ὁμοία ταῖς ἐπὶ δόρυ σοι νοείσθω. Ταῦτα δὲ γίνεται ὁπότ̓ ἂν οἱ πολέμιοι παραφαίνωνται κατὰ πλευρὰν τῆς φάλαγγος.

[12] Εἰς ὀρθὸν δέ ἐστιν ἀποδοῦναι τὸ ἐπὶ τὴν ἐξ ἀρχῆς θέσιν ἀποκαταστῆσαι ἄνδρα ἕκαστον ὥστε, εἰ ἐπὶ δόρυ κλίνειν ἐκ τῶν πολεμίων κελεύοιντο εἶτα αὖθις ἐπ̓ ὀρθὸν ἀποδοῦναι, δεήσει ἐπὶ τοὺς πολεμίους πάλιν τρέπεσθαι. [13] Ἐξελιγμὸς δὲ γίνεται τριχῶς, Μακεδονικός τε [p. 302] καὶ Λακωνικὸς καὶ ἔτι Κρητικὸς ἤτοι Περσικός: τοῦτο δὲ γίνεται διχῶς, κατὰ στοῖχον κατὰ ζυγόν. Μακεδονικὸς μὲν οὖν ἐστιν ἐξελιγμός, ὅτ̓ ἂν τοῦ λοχαγοῦντος ζυγοῦ τὸν οἰκεῖον τόπον ἐπέχοντος τὰ ὀπίσω ζυγὰ τὸν ἔμπροσθεν καταλάβῃ τόπον μεθισταμένων μέχρις οὐραγοῦ, εἶτα κατ̓ ἄνδρα μεταβαλλόντων: οἷον εἰ τοῦ αβγδε ζυγοῦ λοχαγοῦντος καὶ μένοντος ἐπὶ ταὐτοῦ τὰ εἰς τοὐπίσω τὸ ζηθικ καὶ τὸ λμνξο εἰς τὸ πρόσω καθίστηται, ἤτοι κατὰ ζυγόν, ὥστε τὸ ζηθικ μεταστῆναι πρότερον καὶ γενέσθαι κατὰ τὸ πρστυ, ἔπειτα τὸ λμνξο κατὰ τὸ φχψως, κατὰ στοῖχον, ὥστε τὰ μὲν κο γενέσθαι κατὰ τὰ υς, τὰ δὲ ιξ κατὰ τὰ τω καὶ τὰ ἑξῆς, οἷον τὰ θν κατὰ τὰ σψ καὶ τὰ ημ κατὰ τὰ ρχ καὶ τὰ ζλ κατὰ τὰ πφ: εἶτα καὶ κατ̓ ἄνδρα μεταβάλωσιν ἀπὸ οὐραγοῦ, τόδε ἐστὶν ἀπεστράφθαι μὲν τὰ πρστυ καὶ τὰ φχψω μέρη, βλέπειν δὲ κατὰ τὰ αβγδε διὰ τὸ ὄπιθεν ὀφθῆναι τοὺς πολεμίους. φανερὸν δὲ ὅτι κατὰ τοῦτον τὸν ἐξελιγμὸν φάλαγξ δόξειεν ἂν ὑποχωρεῖν τοῦ οἰκείου τόπου καὶ φυγῇ παραπλήσιον ποιεῖν, δὴ θαρραλεωτέρους μὲν ποιεῖ τοὺς πολεμίους, ἀσθενεστέρους δὲ τοὺς ἐξελίσσοντας. [14] δὲ Λακωνικὸς ἐξελιγμὸς τὸν ἐναντίον τούτῳ [p. 304] μεταλαμβάνει τόπον: μεταβάλλει γὰρ ἕκαστος ἐπ̓ οὐράν, μένοντος τοῦ οὐραγοῦντος ζυγοῦ οἷον τοῦ λμνξο: τὰ γὰρ λοιπά, τό τε ζηθικ καὶ τὸ αβγδε μεθίσταται ἐφ̓ ἑκάτερα ... τοῦ οὐραγοῦντος, διχῶς δῆλον ὅτι, ἤτοι κατὰ στοῖχον κατὰ ζυγόν, καὶ θέσιν ἔχει τὸ μὲν ζηθικ τὴν τοῦ ΖΗΘΙΚ, τὸ δὲ αβγδε τὴν τοῦ ΑΒΓΔΕ. τοῦτο δὴ ποιῶν Λακωνικὸς ἐξελιγμὸς τὴν ἐναντίαν κατὰ τὸν Μακεδονικὸν τοῖς πολεμίοις παρέχεται δόξαν: ἐφορμᾶν γὰρ καὶ ἐπιέναι δόξειεν ἂν ὄπιθεν παραφανεῖσιν, ὥστε καταπλῆξαι αὐτοὺς καὶ δειλίαν ἐκ τοῦδε γενέσθαι. [15] Κρητικὸς δὲ καὶ Περσικὸς καλούμενος μέσος ἐστὶν ἀμφοῖν: οὐ γὰρ τὸν ὄπιθεν τῆς φάλαγγος μεταλαμβάνει τόπον, ὡς Μακεδονικός, οὔτε τὸν ἔμπροσθεν, ὡς Λακωνικός, ἀλλ̓ ἐπὶ τοῦ

αὐτοῦ χωρίου μὲν λοχαγὸς τοῦ οὐραγοῦ τὸν τόπον μεταλαμβάνει καὶ οἱ κατὰ τὸ ἑξῆς ἐπιστάται [p. 306] καὶ πρωτοστάται καὶ ... παραπορευόμενοι κἀνταῦθα διχῶς κατὰ λόχον κατὰ ζυγόν, ἄχρις ἂν οὐραγὸς τὸν τοῦ λοχαγοῦ τόπον ἀντιμεταλάβῃ, οἷον λοχαγοῦντος τοῦ αβγδε καὶ ἑξῆς ἐπιστατοῦντος τοῦ ζηθικ καὶ ἐφ̓ ἑξῆς τοῦ λμνξο, καὶ μετὰ τοῦτο τοῦ πρστυἔστω δὲ τοῦτο οὐραγοῦνὅτ̓ ἂν τὸ μὲν αβγδε τὸν τοῦ πρστυ τόπον μεταλαμβάνῃ, τὸ δὲ ζηθικ τὸν τοῦ λμνξο, τὸ δὲ λμνξο τὸν τοῦ ζηθικ, τὸ δὲ πρστυ τὸν τοῦ αβγδε. οὕτω γὰρ ἐξελιγμὸς οὐκ ἀποστήσει τοῦ αὐτοῦ χωρίου τὴν φάλαγγα, ὅπερ ἡμῖν ἔσται χρήσιμον, ὁπότ̓ ἂν ὦσιν οἱ ἑκατέρωθεν τόποι φαυλότεροι. [16] Γίνονται δὲ κατὰ ζυγὸν ἐξελιγμοί, ὅτ̓ ἂν τὰ κέρατα μεθίστηται τῶν ἀποτομῶν: διὰ ταῦτα γὰρ ἰσχυρὰ ποιεῖται τὰ μέσα τῆς φάλαγγος. ἐνίοτε δὲ κατὰ ἀποτομὰς οὐκ ἐγχωρεῖ τοὺς ἐξελιγμοὺς ποιήσασθαι, ὅτ̓ ἂν ἐγγὺς ὦσιν οἱ πολέμιοι, ἀλλὰ κατὰ σύνταγμα, ὥστε τὸ τοῦ συντάγματος δεξιὸν ἀντιμεταλαμβάνειν τὰ λαιὰ καὶ ἀνάπαλιν. [p. 308]

[17] Διπλασιάσαι δὲ λέγεται διχῶς: γὰρ τόπον, ἐν φάλαγξ, μένοντος τοῦ πλήθους τῶν ἀνδρῶν, τὸν ἀριθμὸν αὐτῶν: γίνεται δὲ ἑκάτερον διχῶς κατὰ λόχον κατὰ ζυγόν, ταὐτὸν δὲ εἰπεῖν κατὰ βάθος κατὰ μῆκος. κατὰ μῆκος μὲν οὖν γίνεται διπλασιασμὸς ἀνδρῶν, ὅτ̓ ἂν μεταξὺ τῶν προϋπαρχόντων λόχων παρεμβάλωμεν παρεμπλέκωμεν ἄλλους αὐτοῖς ἰσαρίθμους τὸ μῆκος τῆς φάλαγγος φυλάττοντες, ὥστε πύκνωσιν γενέσθαι μόνην ἐκ τῆς τῶν ἀνδρῶν διπλασιάσεως: κατὰ βάθος δέ, ὅτ̓ ἂν μεταξὺ τῶν προϋπαρχόντων ζυγῶν ἄλλα αὐτοῖς ἰσάριθμα παρεμβάλωμεν ὥστε κατὰ βάθος εἶναι πύκνωσιν μόνην: τί δὲ διενήνοχε παρεμβολὴ παρεμπλοκῆς, εἴρηται πρότερον. [18] Τόπου δὲ γίνεται διπλασιασμὸς κατὰ μῆκος μέν, ὅτ̓ ἂν τὴν προειρημένην κατὰ μῆκος πύκνωσιν μανότητι μετατάττωμεν, οἱ παρεντεθέντες ἐξελίξωσι κατὰ μῆκος πρὸς τὸ μὴ ὑπερκερασθῆναι ὑπὸ τῶν πολεμίων ὅτ̓ ἂν ὑπερκεράσαι βουλώμεθα τοὺς πολεμίους: τὸ δ̓ ὑπερκεράσαι ἐστὶν τὸ τῷ [p. 310] κέρατι τῷ ἑτέρῳ ὑπερβαλέσθαι τὸ ἐκείνων κέραςτοῦτο δὲ γίνεται ἐνίοτε καὶ τοῦ ἑτέρου ἐλλείποντος δἰ ὀλιγότητα ἀνδρῶν, ὡς, ὅτ̓ ἄν γε καθ̓ ἑκάτερον κέρας ὑπερβάλλωσιν, ὑπερφαλαγγεῖν λέγεται. [19] Κατὰ βάθος δὲ γίνεται τόπου διπλασιασμός, ὅτ̓ ἂν τὴν προειρημένην κατὰ βάθος πύκνωσιν μανότητι μετατάττομεν οἱ παρεντεθέντες ἐξελίξωσι κατὰ βάθος. [20] Ἀποκαταστῆσαι δὲ ὅτ̓ ἂν βουλώμεθα ἐπὶ τὰ ἐξ ἀρχῆς, παραγγελοῦμεν ἐξελίσσειν τοὺς μετατεταγμένους εἰς οὓς προεῖχον τόπους. ἔνιοι δὲ τοὺς τοιούτους διπλασιασμοὺς ἀποδοκιμάζουσιν καὶ μάλιστα ἐγγὺς ὄντων τῶν πολεμίων, ἐφ̓ ἑκάτερα δὲ τῶν κεράτων τοὺς ψιλοὺς καὶ τοὺς ἱππέας ἐπεκτείνοντες τὴν ὄψιν τοῦ διπλασιασμοῦ χωρὶς ταραχῆς τῆς φάλαγγος ἀποδιδόασιν. [21] Γίνεται δὲ ἐκ τῶν τοιούτων σχηματισμῶν φάλαγξ τοτὲ μὲν τετράγωνος, τοτὲ δὲ παραμήκης καὶ ἤτοι πλαγία, ὅτ̓ ἂν τὸ μῆκος τοῦ βάθους πολλαπλάσιον , ὀρθία ὅτ̓ ἂν ἀνάπαλιν τὸ βάθος τοῦ μήκους: τούτων δ̓ ἀνὰ μέσον λοξή, θἄτερον κέρας πλησίον ἔχουσα τῶν πολεμίων καὶ ἐν αὐτῷ τὸν ἀγῶνα ποιουμένη, θἄτερον δ̓ ἐν [p. 312] ἀποστάσει δἰ ὑποστολῆς ἔχουσα, δεξιὰ μὲν τὸ δεξιὸν προβεβλημένη, λαιὰ δὲ τὸ λαιόν.

[22] Πολλὰ δὲ καὶ ἄλλα σχήματα οὐ μόνον ἐν ταῖς μάχαις, ἀλλὰ κἀν ταῖς πορείαις ἴσχει πρὸς τὰς ἐξαίφνης τῶν πολεμίων ἐφόδους: καταδιαιρεῖται γὰρ εἰς τὰ μέρη τοτὲ μὲν τὰ μείζω, τοτὲ δὲ τὰ ἐλάττω, οἷον κέρατα καὶ ἀποτομάς, ὥστ̓ ἐν τῇ συζεύξει τὰς μοίρας τοτὲ μὲν ἀντιστόμους γενέσθαι, τοτὲ δὲ ἀμφιστόμους, ἄλλοτε δὲ ὁμοιοστόμους ἑτεροστόμους. γὰρ ἐξ ἑνὸς μέρους ὑφορῶνται τοὺς πολεμίους ἐκ δυεῖν τριῶν πανταχόθεν, περὶ ὧν ἑξῆς εἴρηται.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: