previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


γενέσθαι δὲ καὶ περὶ τὴν τῶν ἐλεφάντων θήραν, καὶ στήλας πανταχοῦ καταλιπεῖν τῆς ἰδίας στρατείας. ἐπελθεῖν δὲ καὶ τἄλλα τὰ κατὰ τὴν Ἀσίαν ἔθνη, καὶ περαιωθῆναι κατὰ τὸν Ἑλλήσποντον εἰς τὴν Εὐρώπην. [2] καὶ κατὰ μὲν τὴν Θρᾴκην Λυκοῦργον τὸν βασιλέα τῶν βαρβάρων ἐναντιούμενον τοῖς ὑπ᾽ αὐτοῦ πραττομένοις ἀποκτεῖναι, Μάρωνα δὲ γηραιὸν ἤδη καθεστῶτα καταλιπεῖν ἐπιμελητὴν τῶν ἐν ταύτῃ τῇ χώρᾳ φυτευομένων, καὶ κτίστην αὐτὸν ποιῆσαι τῆς ἐπωνύμου πόλεως, ἣν ὀνομάσαι Μαρώνειαν. [p. 32] [3] καὶ Μακεδόνα μὲν τὸν υἱὸν ἀπολιπεῖν βασιλέα τῆς ἀπ᾽ ἐκείνου προσαγορευθείσης Μακεδονίας, Τριπτολέμῳ δ᾽ ἐπιτρέψαι τὰς κατὰ τὴν Ἀττικὴν γεωργίας. τέλος δὲ τὸν Ὄσιριν πᾶσαν τὴν οἰκουμένην ἐπελθόντα τὸν κοινὸν βίον τοῖς ἡμερωτάτοις καρποῖς εὐεργετῆσαι. [4] εἰ δέ τις χώρα τὸ φυτὸν τῆς ἀμπέλου μὴ προσδέχοιτο, διδάξαι τὸ ἐκ τῆς κριθῆς κατασκευαζόμενον πόμα, λειπόμενον οὐ πολὺ τῆς περὶ τὸν οἶνον εὐωδίας τε καὶ δυνάμεως. [5] ἐπανελθόντα δ᾽ εἰς τὴν Αἴγυπτον συναποκομίσαι δῶρά τε πανταχόθεν τὰ κράτιστα καὶ διὰ τὸ μέγεθος τῶν εὐεργεσιῶν συμπεφωνημένην λαβεῖν παρὰ πᾶσι τὴν ἀθανασίαν καὶ τὴν ἴσην τοῖς οὐρανίοις τιμήν. [6] μετὰ δὲ ταῦτ᾽ ἐξ ἀνθρώπων εἰς θεοὺς μεταστάντα τυχεῖν ὑπὸ Ἴσιδος καὶ Ἑρμοῦ θυσιῶν καὶ τῶν ἄλλων τῶν ἐπιφανεστάτων τιμῶν. τούτους δὲ καὶ τελετὰς καταδεῖξαι καὶ πολλὰ μυστικῶς εἰσηγήσασθαι, μεγαλύνοντας τοῦ θεοῦ τὴν δύναμιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: