previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοῦ δὲ μέλλοντος θάπτεσθαι σώματος οἱ συγγενεῖς προλέγουσι τὴν ἡμέραν τῆς ταφῆς τοῖς τε δικασταῖς καὶ τοῖς συγγενέσιν, ἔτι δὲ φίλοις τοῦ τετελευτηκότος, καὶ διαβεβαιοῦνται ὅτι διαβαίνειν μέλλει τὴν λίμνην, λέγοντες τοὔνομα τοῦ μετηλλαχότος. [p. 155] [2] ἔπειτα παραγενομένων δικαστῶν δυσὶ πλειόνων τῶν τετταράκοντα, καὶ καθισάντων ἐπί τινος ἡμικυκλίου κατεσκευασμένου πέραν τῆς λίμνης, μὲν βᾶρις καθέλκεται, κατεσκευασμένη πρότερον ὑπὸ τῶν ταύτην ἐχόντων τὴν ἐπιμέλειαν, ἐφέστηκε δὲ ταύτῃ πορθμεύς, ὃν Αἰγύπτιοι κατὰ τὴν ἰδίαν διάλεκτον ὀνομάζουσι χάρωνα. [3] διὸ καί φασιν Ὀρφέα τὸ παλαιὸν εἰς Αἴγυπτον παραβαλόντα καὶ θεασάμενον τοῦτο τὸ νόμιμον, μυθοποιῆσαι τὰ καθ᾽ ᾄδου, τὰ μὲν μιμησάμενον, τὰ δ᾽ αὐτὸν ἰδίᾳ πλασάμενον: ὑπὲρ οὗ τὰ κατὰ μέρος μικρὸν ὕστερον ἀναγράψομεν. [4] οὐ μὴν ἀλλὰ τῆς βάρεως εἰς τὴν λίμνην καθελκυσθείσης, πρὶν τὴν λάρνακα τὴν τὸν νεκρὸν ἔχουσαν εἰς αὐτὴν τίθεσθαι, τῷ βουλομένῳ κατηγορεῖν νόμος ἐξουσίαν δίδωσιν. ἐὰν μὲν οὖν τις παρελθὼν ἐγκαλέσῃ καὶ δείξῃ βεβιωκότα κακῶς, οἱ μὲν κριταὶ τὰς γνώμας πᾶσιν ἀποφαίνονται, τὸ δὲ σῶμα εἴργεται τῆς εἰθισμένης ταφῆς: ἐὰν δ᾽ ἐγκαλέσας δόξῃ μὴ δικαίως κατηγορεῖν, μεγάλοις περιπίπτει προστίμοις. [5] ὅταν δὲ μηδεὶς ὑπακούσῃ κατήγορος παρελθὼν γνωσθῇ συκοφάντης ὑπάρχειν, οἱ μὲν συγγενεῖς ἀποθέμενοι τὸ πένθος ἐγκωμιάζουσι τὸν τετελευτηκότα, καὶ περὶ μὲν τοῦ γένους οὐδὲν λέγουσιν, ὥσπερ παρὰ τοῖς Ἕλλησιν, ὑπολαμβάνοντες ἅπαντας ὁμοίως εὐγενεῖς εἶναι τοὺς κατ᾽ Αἴγυπτον, τὴν δ᾽ ἐκ παιδὸς ἀγωγὴν καὶ παιδείαν διελθόντες, [p. 156] πάλιν ἀνδρὸς γεγονότος τὴν εὐσέβειαν καὶ δικαιοσύνην, ἔτι δὲ τὴν ἐγκράτειαν καὶ τὰς ἄλλας ἀρετὰς αὐτοῦ διεξέρχονται, καὶ παρακαλοῦσι τοὺς κάτω θεοὺς δέξασθαι σύνοικον τοῖς εὐσεβέσι: τὸ δὲ πλῆθος ἐπευφημεῖ καὶ ἀποσεμνύνει τὴν δόξαν τοῦ τετελευτηκότος, ὡς τὸν αἰῶνα διατρίβειν μέλλοντος καθ᾽ ᾄδου μετὰ τῶν εὐσεβῶν. [6] τὸ δὲ σῶμα τιθέασιν οἱ μὲν ἰδίους ἔχοντες τάφους ἐν ταῖς ἀποδεδειγμέναις θήκαις, οἷς δ᾽ οὐχ ὑπάρχουσι τάφων κτήσεις, καινὸν οἴκημα ποιοῦσι κατὰ τὴν ἰδίαν οἰκίαν, καὶ πρὸς τὸν ἀσφαλέστατον τῶν τοίχων ὀρθὴν ἱστᾶσι τὴν λάρνακα. καὶ τοὺς κωλυομένους δὲ διὰ τὰς κατηγορίας πρὸς δάνειον ὑποθήκας θάπτεσθαι τιθέασι κατὰ τὴν ἰδίαν οἰκίαν: οὓς ὕστερον ἐνίοτε παίδων παῖδες εὐπορήσαντες καὶ τῶν τε συμβολαίων καὶ τῶν ἐγκλημάτων ἀπολύσαντες μεγαλοπρεποῦς ταφῆς ἀξιοῦσι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: